De partibus animalium
Aristotle
Aristotle. Aristotelis De partibus animalium libri quattuor. Langkavel, Bernhard. Leipzig: Teubner, 1868.
συνέστηκε δὲ τὴν φύσιν ἐκ τοιούτων 33 τὸ μόριον τοῦτο ὥστε δύνασθαι ταῦτ᾿ ἀμφότερα συμβαίνειν· τὸ μὲν γὰρ ἔχει νευρῶδες τὸ δὲ χονδρῶδες, διόπερ συνιέναι τε δύναται καὶ ἔκτασιν ἔχειν καὶ πνεύματός ἐστι δεκτικόν. τὰ μὲν οὖν θή λεα τῶν τετραπόδων πάντʼ ἐστὶν ὀπισθουρητικὰ διὰ τὸ πρὸς τὴν ὀχείαν οὕτως εἶναι αὐτοῖς χρησίμην τὴν θέσιν, τῶν δʼ ἀρρένων ὀλίγα ἐστὶν ὀπισθουρητικά, οἷον λύγξ, λέων, κάμηλος, δασύπους· μώνυχον [*](b) δʼ οὐδέν ἐστιν ὀπισθουρητικὸν.
τὰ δʼ ὄπισθεν 34 καὶ τὰ περὶ τὰ σκέλη τοῖς ἀνθρώποις ἰδίως ἔχει πρὸς τὰ τετράποδα. κέρκον δʼ ἔχει πάντα σχεδόν, οὐ μόνον τὰ ζῳοτόκα ἀλλὰ καὶ τὰ ᾠοτόκα· καὶ γὰρ ἂν μὴ μέγεθος αὐτοῖς ἔχον ᾖ τοῦτο τὸ μόριον, ἀλλὰ σημείου γʼ ἕνεκεν ἔχουσί τινα στόλον.
ὁ δ᾿ ἄνθρωπος 35 ἄκερκον μέν ἐστιν, ἰσχία δʼ ἔχει, τῶν δὲ τετραπόδων οὐδέν. ἔτι δὲ καὶ τὰ σκέλη ὁ μὲν ἄνθρωπος σαρκώδη καὶ μηροὺς καὶ κνήμας, τὰ δʼ ἄλλα πάντʼ ἄσαρκα ἔχει, οὐ μόνον τὰ ζῳοτόκα ἀλλʼ ὅλως ὅσα σκέλη ἔχει τῶν ζῴων· νευρώδη γὰρ ἔχει καὶ ὀστώδη καὶ ἀκανθώδη.
τούτων δʼ αἰτία μία τίς ἐστιν ὡς 36