De partibus animalium
Aristotle
Aristotle. Aristotelis De partibus animalium libri quattuor. Langkavel, Bernhard. Leipzig: Teubner, 1868.
8 Κύστιν δʼ οὐ πάντʼ ἔχει τὰ ζῷα, ἀλλʼ ἔοικεν ἡ φύσις βουλομένῃ ἀποδιδόναι τοῖς ἔχουσι τὸν πλεύμονα ἔναιμον μόνον, τούτοις δʼ εὐλόγως. διὰ γὰρ [*](671,a) τὴν ὑπεροχὴν τῆς φύσεως, ἣν ἔχουσιν ἐν τῷ μορίῳ τούτῳ, διψητικά τε ταῦτʼ ἐστὶ μάλιστα τῶν ζῴων, καὶ δεῖται τροφῆς οὐ μόνον τῆς ξηρᾶς ἀλλὰ καὶ τῆς ὑγρᾶς πλείονος, ὥστʼ ἐξ ἀνάγκης καὶ περίττωμα γίνεσθαι πλεῖον καὶ μὴ τοσοῦτον μιόνον ὅσον ὑπὸ τῆς κοιλίας πέττεσθαι καὶ ἐκκρίνεσθαι μετὰ τού ταύτης περιττῴματος. ἀνάγκη τοίνυν εἶναί τι δεκτικὸν καὶ τούτου τού περιττώματος.
2 διόπερ ὅσα πλεύμονα ἔχει τοιοῦτον, ἅπαντʼ ἔχει κύστιν· ὅσα δὲ μὴ τοιοῦτον, ἀλλʼ ἢ ὀλιγόποτά ἐστι διὰ τὸ πλεύμονα ἔχειν σομφόν, ἢ ὅλως τὸ ὑγρὸν προσφέρεται οὐ ποτοῦ χάριν ἀλλὰ τροφῆς, οἷον τὰ ἔντομα καὶ οἱ ἰχθύες, ἔτι δὲ πτερωτά ἐστιν ἢ λεπιδωτὰ ἢ φολιδωτά, ταύτα διʼ ὀλιγότητά τε τῆς τοῦ ὑγροῦ προσφορᾶς καὶ διὰ τὸ τρέπεσθαι εἰς ταῦτα τὸ περιγινὸμενον τού περίττώματος οὐδὲν ἔχει τούτων κύστιν, πλὴν αἱ χελῶναι
Ὁμοίως δʼ ἔχει καὶ περὶ νεφρῶν. οὐδὲ γὰρ νεφροὺς 9 φρσὺς οὔτε τῶν πτερωτῶν καὶ λεπιδωτῶν οὐδὲν ἔχει οὕτε τῶν φολιδωτῶν, πλὴν αἱ θαλάττιαι χελῶναι καὶ αἱ χερσαῖαι· ἀλλʼ ὡς τῆς εἰς τοὺς νεφροὺς τεταγμένης σαρκὸς οὐκ ἐχούσης χήραν ἀλλὰ διεσπαρμένης εἰς πολλά. πλατέα νεφροειδῆ ἐν ἐνίοις τῶν ὁρνίθων ἐστίν. ἡ δʼ ἑμὺς οὔτε κύστιν οὕτε νεφροὺς ἔχει· διὰ τὴν μαλακὸτητα γὰρ τοῦ χελωνίου εὐδιάπνουν γίνεται ὸ ὑγρόν.
ἡ μὲν οὖν ἑμὺς διὰ ταύτην τὴν αἰτίαν 2 οὐκ ἔχει τῶν μορίων οὐδέτερον· τοῖς δʼ ἄλλοις ζῴοις τοῖς ἔχουσιν ἔναιμον, ὥσπερ εἴρηται, τὸν πλεύμονα πᾶσι συμβέβηκεν ἔχειν νεφρούς. καταχρῆται γὰρ ἡ φύσις ἅμα τῶν τε φλεβῶν χάριν καὶ πρὸς τὴν τού ὑγροῦ περιττώματος ἔκκρισιν φέρει γὰρ εἰς αὐτοὺς πόρος ἐκ τῆς μεγάλης φλεβός.
ἔχουσι δʼ οἱ νεφροὶ 3 πάντες κοῖλον, ἢ πλεῖον ἢ ἔλαττον, πλὴν οἱ τῆς φώκης· οὗτοι δʼ ὅμοιοι τοῖς βοείοις ὄντες στερεώτατοι πάντων εἰσίν, ὅμοιοι δὲ καὶ οἱ τού ἀνθρώπου τοῖς βοείοις· εἰσὶ γὰρ ὡσπερ συγκείμενοι ἐκ πολλῶν νεφρῶν μικρῶν καὶ οὐχ ὁμαλεῖς, ὥσπερ οἱ τῶν προβάτων
4 ὁ δʼ ἀπὸ τῆς φλεβὸς τείνων πόρος οὐκ εἰς τὸ κοῖλον τῶν νεφρῶν κατατελευτᾷ, ἀλλ᾿ εἰς τὸ σῶμα καταναλίσκεται τῶν νεφρῶν· διόπερ ἐν τοῖς κοίλοις αὐτῶν οὐκ ἐγγίνεται αἷμα, οὐδὲ πήγνυται τελευτώντων.
5 ἐκ δὲ τού κοίλου τῶν νεφρῶν φέρουσι πόροι ἄναιμοι εἰς τὴν κύστιν δύο νεανικοί, ἐξ ἑκατέρου εἶς, καὶ ἄλλοι ἐκ τῆς ἀορτῆς ἰσχυροὶ καὶ συνεχεῖς. ταῦτα δʼ ἔχει τὸν τρόπον τοῦτον, ὅπως ἐκ μὲν τῆς φλεβὸς τὸ περίττωμα τῆς ὑγρότητος βαδίζῃ εἰς τοὺς νεφρούς, ἐκ δὲ τῶν νεφρῶν ἡ γινομένη ὑπόστασις διηθουμένων τῶν ὑγρῶν διὰ τού σύματος τῶν νεφρῶν εἰς τὸ μέσον συρρέῃ, οὐ τὸ κοῖλον οἱ πλεῖστοι ἔχουσιν αὐτῶν· διὸ καὶ δυσωδέστατον τοῦτο τῶν σπλάγχνων ἐστίν. ἐκ δὲ τοῦ μέσου διὰ τούτων τῶν πόρων εἰς τὴν κύστιν ἤδη μᾶλλον ὡς περίττωμα ἀποκρίνεται.
6 καθώρμισται δʼ ἡ κύστις ἐκ τῶν νεφρῶν· τείνουσι γάρ, ὥσπερ εἴρηται, πόροι ἰσχυροὶ πρὸς αὐτήν· οἱ μὲν οὖν νεφροὶ διὰ ταύτας τὰς αἰτίας εἰσί, καὶ τὰς δυνάμεις ἔχουσι τὰς εἰρημένας. ἐν πᾶσι δὲ τοῖς ἔχουσι νεφροὺς ὁ δεξιὸς ἀνωτέρω τοῦ ἀριστεροῦ ἐστίν· διὰ γὰρ τὸ τὴν κίνησιν εἶναι ἐκ τῶν δεξιῶν καὶ ἰσχυροτέραν διὰ ταῦτʼ εἶναι τὴν φύσιν τὴν τῶν δεξιῶν, δεῖ προοδοποιήσασσθαι διὰ τὴν κίνησιν πρὸς τὸ ἄνω πάντα τὰ μόρια μᾶλλον, ἐπεὶ καὶ τὴν ὀφρὺν τὴν δεξιὰν αἴρουσι μᾶλλον καὶ ἐπικεκαμμένην ἔχουσι τῆς ἀριστερᾶς μᾶλλον.
7 καὶ διὰ τὸ ἀνεσπάσθαι ἀυώτερον τὸν δεξιὸν νεφρὸν τὸ ἦπαρ ἅπτεται τοῦ δεξιοῦ νεφροῦ
ἐν αὐτοῖς μὲν οὖν οὐ γί 8 νεται τοῖς νεφροῖς διὰ τὸ πυκνὸν εἶναι τὸ σπλάγχνον, ἔξω δὲ περιίσταται πιμελὴ μὶν ἐν τοῖς πιμελώδεσι, στέαρ δʼ ἐν τοῖς στεατώδεσιν· ἡ δὲ διαφορὰ τούτων εἴρηται πρότερον ἐν ἑτέροις.
ἐξ ἀνάγκης μὲν οὖν 9 πιμελώδεις γίνονται διὰ ταύτην τὴν αἰτίαν ἐκ τῶν συμβαινόντων ἐξ ἀνάγκης τοῖς ἔχουσι νεφρούς, ἕνεκα δὲ σωτηρίας καὶ τοὺ θερμὴν εἶναι τὴν φύσιν τὴν τῶν νεφρῶν. ἔσχατοί τε γὰρ ὄντες ἀλέας δέονται πλείονος· τὸ μὲν γὰρ νῶτον σαρκῶδές ἐστιν, ὅπως ᾖ προβολὴ τοῖς περὶ τὴν καρδίαν σπλάγχνοις, ἡ δʼ ὀσφὺς ἄσαρκος (ἄσαρκοι γὰρ αἱ καμπαὶ πάντων)· ἀντὶ σαρκὸς οὖν ἡ πιμελὴ πρόβλημα γίνεται τοῖς νεφροῖς.