De partibus animalium

Aristotle

Aristotle. Aristotelis De partibus animalium libri quattuor. Langkavel, Bernhard. Leipzig: Teubner, 1868.

7 ώς δʼ αὕτως ἔχει τοῦτο καὶ ἐπὶ τῶν ἅλλων τῶν τοιούτων.   σἱ δʼ ἐχθύες πάντες εἰσὶ καρχαρόδοντες, πλὴν τού ἑνὸς τού καλουμένου σκάρου· πολλοὶ δʼ ἔχουσι καὶ ἐν ταῖς γλύότταις ὀδόντας καὶ ἐν τοῖς οὐρανοῖς. τούτου δʼ σἴτίον ὅτι ἀναγκαῖον ἐν ὑγροῖς οὐσί παρτὸ ὑγρὸν ἅμα τῇ τροφξ, καὶ τούτο ταχέως ἐκπέμπειν. οὐ γὰρ ἐνδέχεται λεαίνοντας διατρίβεινʼ εἰσρέοι γὰρ ἄν τὸ ὑγρὸν είς τὰς κοιλίας. διὰ τοῦτο πάντες εἰσὶν ὀξεῖς πρὸς τὴν διαίρεσιν. πάλιν καὶ πολλοὶ καὶ πολλαχῃ, ἵνα ἀντὶ τοῦ λεαίνειν εἰς πολλἀ κερματίζωσι τῷ πλήθει. γαμέψοὶ δὲ διὰ τὸ τὴν ἀλκὴν σχεδὸν ἅπασαν αὐτοῖς διὰ τούτων εἶναι.

8 Eὅχει δὲ καὶ τὴν τοῦ στόματος φύσιν τὰ ζῷα τούτων τε τῶν ἔργων ἕνεκα καὶ ἔτι τῆς ἀναπνοῆς, ὅσα ἀναπνεῖ τῶν ζώων καὶ καταψύχεται θύραθεν. ἡ γὰρ φύσις αὐτὴ καθʼ αὐτὴν, ὤσπερ εἴπομεν, τοῖς κοινοῖς πάέντων μορίοις είς πολλὰ τῶν ἰδίων καταχρῆται, οἷον καὶ ἐπὶ τού στόματος ἢ μὲν τροφὴ πάντων κοινόν, ἡ δʼ ἀλκὴ τινῶν ἰδίον καὶ ὁ λόγος ἑτέρων, ἔτι

61
δὲ τὸ ἀναπνεῖν οὐ πάντων κοινὸν.

ἡ δὲ φύσις ἅπσυνήγαγεν 9 εἰς ἕν, ποιούσα διαφορὰν αὐτού τοῦ μορίου πρὸς τὰς τῆς ἐργασίας διαφοράς. διὸ τὰ μέν ἐστι συστομώτερα, τὰ δὲ μεγαλὸστομα. ὅσα μὲν γὰρ τροφῆς καὶ ἀναπνοῆς καὶ λόγου χάριν, συστομώτερα, τῶν δὲ βοηθείας χάριν τὰ μὲν καρχαρὸδοντα πάντα ἀνερρωγότα. οὕσης γὰρ αὐτοῖς τὴς ἀλκῆς ἐν τοῖς δήγμασι χρήσιμον τὸ μεγάλην εἶναι τὴν ἀνάπτυξιν τού στὸματος· πλείοσι γὰρ καὶ κατὰ μεῖξον δήξεται, ὅσονπερ ἄν ἐπὶ τὸ πλέον ἀνερρώγῃ τὸ στόμα. ἔχουσι δὲ καὶ τῶν ἰχθύων οἱ δηκτικοὶ καὶ σαρκοφάγοι τοιοῦτον στόμα, οἱ δὲ gὴ σαρκοφάγοι μύουρον · τοιοὺτον γὰρ αὐτοῖς χρήσιμον, ἐκεῖνο δὲ ἂχρηστον.

τοῖς δʼ 10 ὄρνισίν ἐστι τὸ καλούμενον ῥύγχος στόμα· τοῦτο γὰρ ἀντὶ χειλῶν καὶ ὀδόντων ἔχουσιν. διαφέρει δὲ τοῦτο κατὰ τὰς χρήσεις καὶ τὰς βοηθείας. τὰ μὲν γὰρ γαμψὸνυχα καλούμενα διὰ τὸ σαρκοφαγεῖν καὶ μηδενὶ τρέφεσθαι καρπῷ γαμμ ψὸν ἔχει τὸ ῥύγχος ἅπαντα· χρήσιμον γὰρ πρὸς τὸ κρατεῖν καὶ βιαστικύότερον τοιούτο πεφυκὸς.

ἥ δʼ ἀλκὴ ἐν τούτῳ τε καὶ τοῖς 11 ὄνυξι· διὸ καὶ τοὺς ὄνυχας γαμ ψοτέρους ἔχουσιν. τῶν δʼ ἄλλων ἑκάστῳ πρὸς τὸν βίον χρήσιμόν ἐστι τὸ ῥύγχος, οἷον τοῖς μὲν δρυοκόποις ίσχυρὸν καὶ σκληρόν, καὶ κὸραξι καὶ κορακύδεσι, τοῖς δὲ μικροῖς γλαφυρὸν πρὸς τὰς συλλογὰς τῶν καρπῶν καὶ τὰς λήψεις τῶν ζφδαρίων.

ὅσα δὲ ποηφάγα καὶ ὅσα παρʼ 12 ἓλη ζῇ, καθάπερ τὰ πλωτὰ καὶ στεγανὸποδα , τὰ μὲν ἄλλον τρόπον χρήσιμον ἔχει τὸ ῥύγχος, τὰ δὲ πλατύρυγχα αὐτῶν ἐστίν· τοιούτῳ γὰρ ὄντι ῥᾳδίως δύνατʼ ὀρύσσειν, ὥσπερ καὶ τῶν τετραπόδων τὸ τῆς ὑός· καὶ γὰρ αὕτη ῥιζοφάγος. ἔτι δʼ ἕχουσι καὶ τὰ ῥιζοφάγα τῶν ὀρνέων καὶ τῶν ὁμοιοβίων ἔνια τὰ ἄκρα

62
τού ῥύγχους κεχαραγμένα· ποηφάγοις γὰρ τούτοις οὺσι ποιεῖ ῥᾳδίως.

13 Περὶ μὲν σὖν τῶν ἄλλων μορίων τῶν ἐν τῇ κεφαλ ῇ σχεδὸν εἴρηται, τῶν δʼ ἀνθρύπων καλεῖται τὸ μεταξύ της κεφαλῆς καὶ τοῦ αὐχένος πρὸσωπον, ἀπὸ τῆς πράξεως αὐτῆς ὀνομασθέν, ὡὸς ἔοικεν· διὰ γὰρ τὸ μόνον ὀρθὸν εἶναι τῶν ζῴων μόνον πρόσωσθεν ὄπωπε καὶ τὴν φωνὴν είς τὸ πρόσω διαπέμπει.

2 Περὶ δὲ κεράτων λεκτέον· καὶ γὰρ ταύτα πέφυκε τοῖς ἔχουσιν ἐν τῇ κεφαλῇ. ἔχει δʼ οὐδὲν μὴ ζῳοτόκον. καθʼ ὁμιοιὸτητα δὲ καὶ μεταφορὰν λέγεται καὶ ἑτέρων τινὧν κέρατα· ἀλλ’ οὐδενὶ οὐτῶν τὸ ἔργον τοῦ κέρατος ὑπάέρχει. βοηθείας γὰρ καὶ ἀλκῆς χάέρι, ἔχουσι τὰ ζῳοτόκα, ὂ τῶν ὄλλων τῶν λεγομένων ἔχειν κέρας οὐδενὶ συμβέβηκεν· οὐδὲν γὰρ χρῆται τοῖς κέρασιν οὔτʼ ἀμυνὸμενον οὕτε πρὸς τὸ κρατεῖν, ἅπερ ἰσχύος ἐστὶν ἔργα.

2 ὅσα μὲν οὖν πολυσχιδῆ τῶν ζῴων, οὐδὲν ἔχει κέρας. τούτου δʼ αἱττιον ὅτι τὸ μὲν κέρας βοηθείας σἴτίον ἐστε, τοῖς δὲ πολυσχιδέσιν ὑπάρχουσιν ἕτεραι βοήθειαι· δέδωκε γὰρ ἡ φύσις τοῖς μὲν ὄνυχας, τοῖς δʼ ὀδόντας μαχητικούς, τοῖς δʼ ἄλλο τι μόριον ίκανὸν ἀμύνειν.

3 τῶν δὲ διχαλῶν τὰ μὲν πολλὰ κέρατα ἔχει πρὸς ἀλκὴν, καὶ τῶν μωνύχων ἔνια,[*](663,a) τὰ δὲ καὶ πρὸς βοήθειαν. ὅσοις δὲ μὴ δέδωκεν ἡ φύσις ἄλλην ἀλκὴν πρὸς σωτηρίαν, οἷον ταχυτῆτα σώματος, καθάπερ τοῖς ἵπποις βεβοήθηκεν, ἤ μέγεθος, ὥσπερ ταῖς καμήλοις· καὶ γὰρ μεγέθοας ὺπερβολὴ τὴν ἀπὸ τῶν ἄλλων ζῴων φθορὰν ίκανὴ κωλύειν, ὅπερ συμβέπηκε ταῖς καμήλοις, ἔτι δὲ μάλλον τοῖς ἐλέφοασιν. τὰ δὲ χαυλιόδοντα, ὥσπερ καὶ τὸ τῶν ὑῶν γένος, διχαλὸν.

4 ὅσοις δʼ ἄχρηστος πέφυκεν ἡ τῶν κεράτων ἐξοχή, τούτοις προστέθεικεν ἑτέραν βοήθειαν ἡ φύσις, οἷον

63
ταῖς μὲν ἐλάφοις τάέχος (τὸ γὰρ μέγεθος αὐτῶν καὶ τὸ πολυσχιδὲς μᾶλλον βλάπτει ἤ ὠφελεῖ), καὶ βουβάλοις δὲ καὶ δορκάσι (πρὸς ἔνια μὲν γὰρ ἀνθιστάμενα τοῖς κέρασιν ἀμύνονταε, τὰ δὲ θηριύόδη καὶ μέχμα ἀποφεύγουσι), τοῖς δὲ βονάσοις (καὶ γὰρ τούτοις γαμήψὰ τὰ κέρατα πέφυκε πρὸς ἄλληλα) τὴν τού περιττἀδματος ἄφεσιν· τούτῳ γὰρ ἀμύνεται φοβηθέντα· καὶ ταύτῃ δὲ τῇ προέσει διασωζεται ἕτερα. ἅμα δʼ ίκανὰς καὶ πλείους βοηθείας οὐ δέὅωκεν ἡ ψύσις τοῖς αὑτοῖς· ἔστι δὲ τὰ πλεῖστα τῶν κερατοφόρων διχαλά, λέγεται δὲ καὶ μύνυχον, ὅν καλοῦσιν Ἰνδικὸν ὄνον.

τὰ μὲν οὖν πλεῖστα, καθάπερ καὶ τὸ 5 σὤμα διῄρηται τῶν ζῴων οἷς ποιεῖται τὴν κίνησιν, δεξιὸν καὶ ἀριστερὸν, καὶ κέρατα δύο πέφυκεν ἔχειν διὰ τὴν αίτίαν ταύτην· ἔστι δὲ καὶ μονοκέρατα, οἷον ὅ τʼ ὄρυξ καὶ ὁ Ἰνδικὸς καλούμενος ὄνος. ἔστι δʼ ὁ μὲν ὄρυξ διχαλόν, ὁ δʼ ὄνος μώνυχον. ἔχει δὲ τὰ μονοκέρατα τὸ κέρας ἐν τῷ μέσῳ της κεφαλῆς· οὕτω γὰρ ἑκάτερον τῶν μερῶν μάλιστʼ ἄν ἔχοι κέρας ἕν· τὸ γὰρ μέσον ὁμοίωος κοινὸν ἀμφοτέρων τῶν ἐσχάτων.

εὐλόγωος δʼ θν δόξειε μονόκερων εἶναι τὸ μύνυχον 6 τοῦ διχαλοῦ μάλλον· ὁπλὴ γὰρ καὶ χηλὴ τὴν αὐτὴν ἔχει κέρατι φύσιν, ὥσ’ ἅμα καὶ τοῖς αὐτοῖς ἡ σχέσις γίνεται τῶν ὁπλῶν καὶ τῶν κεράτων. ἔτι δʼ ἡ σχίσις καὶ τὸ διχαλὸν κατʼ ἔλλειψιν τὴς φύσεος ἐστιν, ὥστʼ εὐλόγως τοῖς μωνύχοις ἐν ταῖς ὁπλαῖς δοῦσα τὴν ὑπεροχὴν ἡ φύσις ἅνωσθεν ἀφεῖλε καὶ μονόκερων ἐποίησεν.