De partibus animalium

Aristotle

Aristotle. Aristotelis De partibus animalium libri quattuor. Langkavel, Bernhard. Leipzig: Teubner, 1868.

7 οὐ φαίνονται δʼ οἱ πλεῖστοι ἀητῶν

57
ἔχειν διά τινʼ αἰτίαν εὔλογον· ἀκανθώόδης τε γάρ ἐστιν ὁ τόπος τού στόματος πἀσι τοῖς τοιούτοις, καὶ διὰ τὸ μικρὸν χρόνον εἶναι τὴν αἴσθησιν τοῖς ἐνύδροις τῶν χυμῶν, ὤσπερ καὶ ἡ χρῆσις αὐτῆς βραχεῖα, οὕτω βραχεῖαν ἔχουσιν αὐτῆς καὶ τὴν διάρθρωσιν. ταχεῖκ δʼ ἡ δίοδος είς τὴν κοιλίαν διἀ τὸ μὴ οἷόντ εἶναι διατρίβειν ἐκχυμίζοντας · παρεμπίπτοι γὰρ ἄν τὸ ὕδωρ. στʼ ἐὰν μὴ τις τὸ στόμα ἐπικλίνῃ, μὴ φαίνεσθαι ἀφεστηκὸς τοὺτο τὸ μόριον.

ἀκανθύόδης δʼ ἐστὶν οὗτος 8 ὁ τόπος· σύγκειται γὰρ ἐκ τῆς συμψαύσεωος τῶν βραγχίων, ὧν ἡ φύσις άκανθύδης ἐστίν. τοῖς δὲ κροκοδείλοις συμβάλλεταί τι πρὸς τὴν τού μορίου τούτου ἀναπηρίαν καὶ τὸ τὴν σιαγόνα τὴν κάτω ἀκίνητον ἔχειν. ἔστι μὶν γὰρ ἡ γλὧττα τῇ κάτω συμφυής, οἱ δʼ ἔχουσιν ὡσπερ ἀνάπαλιν τὴν ἄνω κάτω· τοῖς γὰρ ἁλίοις ἡ ἄνω ἀκίνητος. πρὸς μὲν οὖν τῇ ἄνω οὐκ ἔχουσι τὴν γλύτταν, ὅτι ἐναντίως ἄν ἔχοι πρὸς τὴν τῆς τροφῆς εῖσοδον, πρὸς δὲ τῇ κάτω, ὅτι ὧσπερ μετακειμένη ἡ ἅνωσ ἐστίν. ἔτι δὲ καὶ συμβέβηκεν αὑτῷ πεζῷ ὄντι ζῆν ἐχθύων βίον, ὥστε καὶ διὰ τοῦτο ἀναγκαῖον ἀδιάρθρωτον αὐτὸν ἔχειν τοῦτο τὸ μὸριον.

τὸν δʼ οὐρανὸν σαρκύδη πολλοὶ καὶ τῶν ἰχθύων 9 ἔχουσι, καὶ τῶν ποταμίων ἔνιοι σφὸδρα σαρκωόδη καὶ μαλακὸν, οἷον οἱ καλούμενοι κυπρῖνοε, ὥστε δοκεῖν [*](661,a) τοῖς μὴ σκοποῦσιν ἀκριβὡς γλῶτταν ἔχειν ταύτην. οἱ δʼ ἰχθύες διὰ τὴν εἰρημένην αίτίαν ἔχουσι μὲν οὐ σαφῆ δʼ ἔχουσι τὴν διάρθρωσιν τῆς γλώττης. ἐπεὶ δὲ τῆς τροφῆς χέριν τῆς ἐν τοῖς χυμοῖς ἐστὶν ἡ αἴσθησις, τὸ μὲν γλωττοειδὲς ἔχει μόριον, οὐ πάντῃ δʼ ὁμοίως ἀλλὰ τῷ ἄκρῳ μάλιστα. διὰ τοῦτο τοῖς ἰχθύσι τοῦτʼ ἀφύρισται μόνον.

ἐπιθυμίαν δʼ ἔχει τροφῆς 10 τὰ ζῷα πάντα ὡς ἔχοντα αἱσθησιν τῆς ἡδονῆς τῆς

58
γινομένης ἐκ τῆς τροφῆςʼ ἡ γὰρ ἐπιθυμία τού ἡδέος ἐστίν. ἀλλὰ τὸ μὸριον οὐχ ὅμοιον τούτο πἀσιν, ᾧ τὴν αἴσθησιν ποιοῦνται τῆς τροφῆς, ἀλλὰ τοῖς μὲν ἀπολελυμένον τοῖς δὲ προσπεφυκὸς, ὅσοις μηδὲν ἔργον ὑπάρχει φωνῆς, καὶ τοῖς μὲν σκληρὸν τοῖς δὲ μκλακὸν ἤ σαρκῶδες. διὸ καὶ τοῖς μαλακοστράκοις, οἷον καράέβοις καὶ τοῖς τοιούτοις, ἐντὸς ὑπάρχει τι τοῦ στὸματος τοιοῦτον,

11 καὶ τοῖς μαλακίοις, οἷον σηπίαις καὶ πολύποσιν. τῶν δʼ ἐντὸμων ζῷων ἔνια μὲν ἐντὸς ἔχει τὸ τοιοὺτον μὸριοον, οἷον τὸ τῶν μυρμήκων γένος, ὡσαύτως δὲ καὶ τῶν ὀστρακοδέρμων πολλα· τὰ δʼ ἐκτὸς, οἷον κέντρον, σομφὸν δὲ τὴν φύσιν καὶ κοῖλον, ὥσθ᾿  ἅμα τούτφ καὶ γεύεσθαι καὶ τὴν τροφὴν ἀνασπἀν. δῆλον δὲ τούτο ἐπί τε μυιῶν καὶ μελιττῶν καὶ πάντωον τῶν τοιούτων, ἔτι δʼ ἐπʼ ἐνίων τν ὀστρακοδέρμων· ταῖς γὰρ πορφύραις τοσαύτην ἔχει δύναμιν τούτο τὸ μὸριον ὥστε καὶ τῶν κογχυλίων διατρυπὧσι τὸ ὄστρακον, οἷον τῶν στρόμβων οἷς δελεάζουσιν αὐτάς. ἔτι δʼ οἱ τʼ οἱστροι καὶ οἱ μύωπες οἱ μὲν τὰ τῶν