De partibus animalium
Aristotle
Aristotle. Aristotelis De partibus animalium libri quattuor. Langkavel, Bernhard. Leipzig: Teubner, 1868.
3 τῶν δʼ ἀρνίθεν ὅσοι τῇ 5 κάτω βλεφαρίδι μύουσι, καὶ τὰ ᾧοτόκα τῶν τετραπόδων, διὰ τὴν σκληρότητα τού δέρματος τού περὶ τὴν κεφαλὴν οὕτω μύουσιν. οἱ μὲν γὰρ βαρεῖς τῶν πτερωτῶν διὰ τὸ μὴ πτητικοὶ εἶναι τὴν τῶν πτερῶν
49
αὖξησιν εἰς τὴν τού δέρματος παχύτητα τετραμμένην ἔχουσιν. διὸ καὶ οὐτοι μὲν τῷ κάτω βλεφάρῳ μύουσι, περιστεραὶ δὲ καὶ τὰ τοιαύτα ἀμφοῖν.τὰ δὲ 4 τετράποδα τῶν ᾠοτόκων φολιδωτά ἐστιν· ταῦτα δὲ σκληρότερα πάντα τριχὸς, ὥστε καὶ τὰ δέρματα τοῦ δέρματος. τὸ μὲν οὑν περὶ τὴν κεφαλὴν σκληρὸν ἐστιν αὑτοῖς, διόπερ οὐκ ἔχει βλέφαρον ἐκεῖθεν, τὸ δὲ κάτωσθεν σαρκὧδες, ὥστʼ ἔχειν τὸ βλέφαρον λεπτότητα καὶ τάσιν. σκαρδαμύττουσι δʼ σἱ βαρεῖς ὄρνιθες τούτῳ μὲν οὕ, τῷ δʼ ὑμέυι, διἀ τὸ βραδεῖαν εἶναι τὴν τούτου κίνησιν, δεῖν δὲ ταχεῖαν γίνεσθαι· ὲ δʼ ὑμὴν τοιούτον.