De partibus animalium
Aristotle
Aristotle. Aristotelis De partibus animalium libri quattuor. Langkavel, Bernhard. Leipzig: Teubner, 1868.
10 Νῦν δὲ λέγωμεν οἷον ἀπʼ ἀρχῆς πάλιν, ἀρξάμενοι πρητον ἀπὸ τῶν πρὸτων. πἀσι γὰρ τοῖς ζῴοις καὶ τελείοις δύο τὰ ἀναγκαιὸτατα μὸρια ἐστιν, ᾖ τε δέχονται τὴν τροφὴν καὶ ᾖ τὸ περίττωμα ἀφήσουσιν· οὔτε γὰρ εἶναι οὔτε αὐξάνεσθαι ἐνδέχεται ἄνευ τροφῆς. τὰ μὲν οὖν φυτά (καὶ γὰρ ταῦτα ζῆν φαμέν) τοῦ μὲν ἀχρήστου περιττήματος οὐκ ἔχει τόπον· ἐκ τῆς γῆς γὰρ λαμβάνει πεπεμμένην τὴν τροφὴν, ἀντὶ δὲ τούτου προῖεται τὰ σπέρματα καὶ τοὺς καρπούς. τρίτον δὲ μέρος ἐν πάσίν ἐστι τὸ τούτων μέσον, ἐν
2 ἡ μὲν οὗν τῶν φυτῶν φύσις οὖσα μόνιμος οὑ πολυειδής ἐστι τῶν ἀνομοιομερῶν· [*](656,a) πρὸς γὰρ ὀλίγας πράξεις ὀλέγων ὀργάνων ἡ χρῆσις· διὸ θεωρητέον καθʼ αὑτὰ περὶ τῆς ἰδέας αὐτῶν. τὰ δὲ πρὸς τῷ ζῆν αἴσθησιν ἔχοντα πολυμορφστέραν ἔχει τὴν ἰδεον, καὶ τούτων ἕτερα πρὸ ἑτέρων μμἀλλον, καὶ πολυχουστέραν, ὅσων μμιὴ μόνον τοῦ ζῆν ἀλλὰ καὶ τού εὺ ζῆν ἡ φύσις μετείληφεν.
τοιούτο δʼ ἐστὶ τὸ τῶν ἀνθρύπων γένοςʼ ἤ γὰρ μόνον μετέχει τού θείου τῶν ἡμῖν γνωρίμων ζῴων, ἢ μάλιστα πάντων. ὥσιε διά τε τοῦτο, καὶ διὰ τὸ γνώριμον εἶναι μάλιστʼ αὐτοῦ τὴν τῶν ἔξωσθεν μορίων
τὸ μὲν οὖν 4 ἔχειν τὴν κεφαλὴν ἂσαρκον ἐκ τῶν περὶ τὸν ἐγκέφαλον εἰρημένων ἀναγκαῖον συμβέβηκεν. οὐ γὰρ ὤσπερ τινὲς λέγουσιν, ὅτι εἰ σαρκώδης ἦν, μακροβιώτερον ἂν ἦν τὸ γένος· ἀλλʼ εὐαισθησίας ἕνεκεν ἄσαρκον εἶναί φασιν· αἰσθάνεσθαι μὲν γὰρ τῷ ἐγκεφάλῳ, τὴν δʼ αῖσθησιν οὐ προσίεσθαι τὰ μόρια τὰ σαρκὸδη λίαν.
5 τούτων δʼ οὐδέτερόν ἐστιν ἀληθές, ἁλλὰ πολύσαρκος 5 μὲν ὁ τόπος ον ὁ περὶ τὸν ἐγκέφαλον τοὐναντίον ἄν ἀπειργάζετο οὐ νεκα ὑπάρχει τοῖς ζῴοις ὁ ἐγκέφαλος (οὐ γὰρ ἂν ἐδύνατο καταψύχειν ἀλεαίνων αὐτὸς λίαν), τῶν τʼ αἰσθήσεων οὐκ αἴτιος οὐδεμιἀς, ὅς γε ἀναίσθητος καὶ αὐτός ἐστιν ὧσπερ ὁτιοῦν τῶν περιττωμάτων. ἀλλʼ οὐχ εὺρίσκοντες διἀ τίνα αἰτίαν ἔνιαι τΘν αἰσθήσεων ἐν τῇ κεφαλῇ τοῖς ζῴοις εἰσί, τοῦτο δ ʼ ὁρῶντες ἰδιαίτερον ὄν τῶν ἄλλων μορίων, ἐκ συλλογισμοῦ πρὸς ἄλληλα συνδυάζουσιν.