Mirabilium auscultationes

Aristotle

Aristotle. Aristotelis Opera, Volume 6. Bekker, Immanuel, editor. Oxford: Oxford University Press, 1837.

Ἐν Αἰγύπτῳ δὲ τοὺς τροχίλους φασὶν εἰσπετομένους εἰς τὰ στόματα τῶν κροκοδείλων καθαίρειν αὐτῶν τοὺς ὀδόντας, τὰ σαρκία τὰ ἐνεχόμενα τοῖς ῥύγχεσιν ἐξέλκοντας· τοὺς δ᾽ ἥδεσθαι καὶ μηδὲν βλάπτειν αὐτούς.

Τοὺς ἐν Βυζαντίῳ φασὶν ἐχίνους αἰσθάνεσθαι ὅτε βόρεια καὶ νότια πνεῖ πνεύματα, καὶ μεταβάλλειν εὐθὺς τὰς ὀπάς, καὶ ὅταν μὲν ᾖ νότια, ἐκ τοῦ ἐδάφους τὰς ὀπὰς ποιεῖσθαι, ὅταν δὲ βόρεια, ἐκ τῶν τοιχῶν.

Αἱ ἐν Κεφαλληνίᾳ αἶγες οὐ πίνουσιν, ὡς ἔσικεν, ὥσπερ καὶ τἆλλα τετράποδα, καθ᾽ ἡμέραν δὲ πρὸς τὸ πέλαγος ἀντία τὰ πρόσωπα ποιήσασαι χάσκουσιν εἰσδεχόμεναι τὰ πνεύματα.

Φασὶν ἐν Συρίᾳ τῶν ἀγρίων ὄνων ἕνα ἀφηγεῖσθαι τῆς ἀγέλης, ἐπειδὰν δέ τις νεώτερος ὢν τῶν πώλων ἐπί τινα

θήλειαν ἀναβῇ, τὸν ἀφηγούμενον θυμοῦσθαι, καὶ διώκειν ἕως τούτου ἕως ἂν καταλάβῃ τὸν πῶλον, καὶ ὑποκύψας ἐπὶ τὰ ὀπίσθια σκέλη τῷ στόματι ἀποσπάσῃ τὰ αἰδοῖα.

Τὰς χελώνας λέγουσιν, ὅταν ἔχεως φάγωσιν, ἐπεσθίειν τὴν ὀρίγανον, ἐὰν δὲ μὴ θᾶττον εὕρῃ, ἀποθνήσκειν. Πολλοὺς δ᾽ ἀποπειράζοντας τῶν ἀγραυλούντων εἰ τοῦτ᾽ ἀληθές ἐστιν, ὅταν ἴδωσιν αὐτὴν τοῦτο πράττουσαν, ἐκτίλλειν τὴν ὀρίγανον· τοῦτο δὲ ὅταν ποιήσωσι, μετὰ μικρὸν αὐτὴν ὁρᾶσθαι ἀποθνήσκουσαν.