Mirabilium auscultationes
Aristotle
Aristotle. Aristotelis Opera, Volume 6. Bekker, Immanuel, editor. Oxford: Oxford University Press, 1837.
Φασὶ τὸν Μοσσύνοικον χαλκὸν λαμπρότατον καὶ λευκότατον εἶναι, οὐ παραμιγνυμένου αὐτῷ κασσιτέρου, ἀλλὰ γῆς τινὸς αὐτοῦ γινομένης καὶ συνεψομένης αὐτῷ. Λέγουσι δὲ τὸν εὑρόντα τὴν κρᾶσιν μηδένα διδάξαι· διὸ τὰ προγεγονότα ἐν τοῖς τόποις χαλκώματα διάφορα, τὰ δ᾽ ἐπιγιγνόμενα οὐκέτι.
Ἐν τῷ Πόντῳ λέγουσι τοῦ χειμῶνος τῶν ὀρνέων τινὰ εὑρίσκεσθαι φωλεύοντα, οὔτε ἀφοδεύοντα, οὔτε δὲ ὅταν τὰ πτερὰ αὐτῶν τίλλωσιν, αἰσθάνεσθαι, οὔτε ὅταν ἐπὶ τὸν ὀβελίσκον ἀναπαρῇ, ἀλλ᾽ ὅταν ὑπὸ τοῦ πυρὸς διακαυθῇ. Πολλοὺς δὲ καὶ τῶν ἰχθύων λέγουσι περικοπέντας καὶ περιτμηθέντας μὴ αἰσθάνεσθαι, ἀλλ᾽ ὅταν ὑπὸ τοῦ πυρὸς διαθερμανθῶσιν.
Ἡ μέλιττα δοκεῖ τὰς τροπὰς σημαίνειν τῷ ἐπὶ τὰ ἔργα
βαδίζειν, ᾧ οἱ μελιττοπόλοι σημείῳ χρῶνται· ἠρεμία γὰρ αὐτῶν γίνεται. Δοσκοῦσι δὲ καὶ οἱ τέττιγες ᾄδειν μετὰ τροπάς.