Mirabilium auscultationes
Aristotle
Aristotle. Aristotelis Opera, Volume 6. Bekker, Immanuel, editor. Oxford: Oxford University Press, 1837.
Τὸν κασσίτερον τὸν Κελτικὸν τήκεσθαί φασι πολὺ τάχιον μολύβδου. Σημεῖον δὲ τῆς εὐτηξίας, ὅτι τήκεσθαι δοκεῖ καὶ ἐν τῷ ὕδατι· χρώζει γοῦν, ὡς ἔοικε, ταχύ. Τήκεται δὲ καὶ ἐν τοῖς ψύχεσιν, ὅταν γένηται πάγη, ἐγκατακλειομένου ἐντός, ὡς φασί, καὶ συνωθουμένου τοῦ θερμοῦ τοῦ ἐνυπάρχοντος αὐτῷ διὰ τὴν ἀσθένειαν.
Ἐν τῷ Πανθείῳ ἐστὶν ἐλαία, καλεῖται δὲ καλλιστέφανος. ταύτης πάντα τὰ φύλλα ταῖς λοιπαῖς ἐλαίαις ἐναντία πέφυκεν· ἔξω γὰρ ἀλλ᾽ οὐκ ἐντὸς ἔχει τὰ χλωρά. Ἀφίησί τε τοὺς πτόρθους ὥσπερ ἡ μύρτος εἰς τοὺς στεφάνους συμμέτρως. Ἀπὸ ταύτης φυτὸν λαβῶν ὁ Ἠρακλῆς ἐφύτευσεν Ὀλυμπίασιν, ἀφ᾽ ἦς οἱ στέφανοι τοῖς ἀθληταῖς δίδονται. ῎Εστι δὲ αὕτη παρὰ τὸν λισσὸν ποταμόν, σταδίους ἑξή κοντα τοῦ ποταμοῦ ἀπέχουσα. περιῳκοδόμηται δέ, καὶ ζημία μεγάλη τῷ θιγόντι αὐτῆς ἐστίν. Ἀπὸ ταύτης δὲ τὸ φυτὸν λαβόντες ἐφύτευσαν Ἠλεῖοι ἐν Ὀλυμπίᾳ, καὶ τοὺς στεφάνους ἀπ᾽ αὐτῆς ἔδωκαν.
Ἐν τοῖς περὶ Λυδίαν μετάλλοις τοῖς περὶ Πέργαμον, ἃ δὴ καὶ Κροῖσος εἰργάσατο, πολέμου τινὸς γενομένου κατέφυγον οἱ ἐργαζόμενοι ἐπ᾽ αὐτά, τοῦ δὲ στομίου ἐποικοδομηθέντος ἀπεπνίγησαν· καὶ ὕστερον χρόνῳ πολλῷ τῶν μετάλλων ἀνακαθαρθέντων εὑρέθη οἷς ἐχρῶντο ἀγγείοις πρὸς τὰς ὑπὸ χεῖρα χρείας ἀπολελιθωμένα, οἷον ἀμφορεῖς καὶ τὰ τοιουτότροπα. Ταῦτα δὴ πεπληρωμένα οὗ τινὸς ἔτυχον ὑγροῦ ἐλελίθωτο, καὶ προσέτι τὰ ὀστᾶ τῶν ἀνθρώπων.