Mirabilium auscultationes
Aristotle
Aristotle. Aristotelis Opera, Volume 6. Bekker, Immanuel, editor. Oxford: Oxford University Press, 1837.
Ἐν Κυρήνῃ δέ φασιν οὐχ ἓν εἶναι μυῶν γένος, ἀλλὰ πλείω καὶ διάφορα καὶ ταῖς μορφαῖς καὶ ταῖς χρόαις· ἐνίους γὰρ πλατυπροσώπους, ὥσπερ αἱ γαλαῖ, γίνεσθαι, τινὰς δὲ ἐχινώδεις, οὓς καλοῦσιν ἐχῖνας.
Περὶ Κιλικίαν δέ φασιν εἶναι ὕδατος συστρεμμάτιον, εἰς
ὃ τὰ πεπνιγμένα τῶν ὀρνέων καὶ τῶν λοιπῶν ζῴων ὅταν ἀποβαφῇ, πάλιν ἀναβιοῖ.