Mirabilium auscultationes

Aristotle

Aristotle. Aristotelis Opera, Volume 6. Bekker, Immanuel, editor. Oxford: Oxford University Press, 1837.

Ἐν δὲ τῇ Χαλκιδκῇ τῇ ἐπὶ Θρᾴκης πλησίον 'Ολύωθου φασὶν εἶναι Κανθαρώλεθρον ὀνομαζόμενον τόπον, μικρῷ μείζονα τὸ μέγεθος ἅλω, εἰς ὃν τῶν μὲν ἄλλων ζῴων ὅταν τι ἀφίκηται, πάλιν ἀπέρχεται, τῶν δὲ κανθάρων τῶν ἐλθόντων οὐδείς, ἀλλὰ κύκλῳ περιιόντες τὸ χωρίον λιμῷ τελευτῶσιν.

δὲ Κύκλωψι τοῖς Θρᾳξὶ κρηνίδιόν ἐστιν ὕδωρ ἔχον ὅ τῇ μὲν ὄψει καθαρὸν καὶ διαφανὲς καὶ τοῖς ἄλλοις

ὅμοιον, ὅταν δὲ πίῃ τι ζῷον ἐξ αὐτοῦ, παραχρῆμα διαφθείρεται.