Mirabilium auscultationes
Aristotle
Aristotle. Aristotelis Opera, Volume 6. Bekker, Immanuel, editor. Oxford: Oxford University Press, 1837.
Ἐν δὲ Σκοτούσαις τῆς Θετταλίας φασὶν εἶναι κρηνίδιόν τι μικρόν, ἐξ οὖ ῥεῖ τοιοῦτον ὕδωρ ὃ τὰ μὲν ἕλκη καὶ θλάσματα ταχέως ὑγιεινὰ ποιεῖ καὶ τῶν ἀνθρώπων καὶ τῶν ὑποζυγίων, ἐὰν δέ τις ξύλον μὴ παντάπασι συντρίψας ἀλλὰ σχίσας ἐμβάλῃ, συμφύεται καὶ πάλιν εἰς τὸ αὐτὸ καθίΠερὶ
δὲ τὴν Θρᾴκην τὴν ὑπέρ Ἀμφίπολιν φασὶ γίνεσθαί τι τερατῶδες καὶ ἄπιστον τοῖς μὴ τεθεαμένοις. Ἐξιόντες γὰρ οἱ παῖδες ἐκ τῶν κωμῶν καὶ τῶν ἐγγὺς χωρίων
ἐπὶ θήραν τῶν ὀρνιθαρίων συνθηρεύειν παραλαμβάνουσι τούς ίέρακας, καὶ τοῦτο ποιοῦσιν οὕτως.Ἐπειδὰν προέλθωσιν εἰς τόπον ἐπιτήδειον, καλοῦσι τοὺς ἱέρακας ὀνομαστὶ κεκραγότες· οί ἔ’ ὅταν ἀκούσωσι τῶν παίδων τὴν φωνήν, παραγινόμενοι κατασοβοῦσι τοὺς ὄρνιθας· οἱ δὲ δεδιότες ἐκείνους καταφεύγουσιν εἰς τοὺς θάμνους, ὅπου αὐτοὺς οἱ παῖδες ξύλοις τύπτοντες λαμαβάνουσιν. Ὀ δὲ πάντων ἄν 'τις μάλιστα θαυμάσειεν· οἱ μὲν γὰρ ἱέρακες ὅταν αὐτοί τινα λάβωσι τῶν ὀρνίθων, καταβάλλουσι τοῖς θηρεύουσιν, οἱ παῖδες ἁπάντων τῶν ἁλόντων μέρος τι τοῖς ἱέραξιν ἀποδόντες ἀπέρχονται.
θαυμαστὸν δέ τι καὶ παρὰ τοῖς Ἐνετοῖς φασὶ γίνεσθαι. Ἐπὶ γὰρ τὴν χώραν αὐτῶν πολλάκις κολοιῶν ἀναριθμήτους μυριάδας ἐπιφέρεσθαι καὶ τὸν σῖτον αὐτῶν σπειράνταων καταναλίσκειν· οἶς τοὺς Ἐνετοὺς πρὸ τοῦ ἐφίπτασθαι μέλλειν ἐπὶ τὰ μεθόρια τῆς γῆς προτιθέναι δῶρα, παντοδαπῶν καρπῶν καταβάλλοντας σπέρματα, ὧν ἐὰν μὲν γεύσωνται οἱ κολοιοί, οὐχ ὑπερβαίνουσιν ἐπὶ τὴν χώραν αὐτῶν, ἀλλ’ οἴδασιν οἱ Ἐνετοὶ ὅτι ἔσονται ἐν εἰρήνη· ἐὰν δὲ μὴ γεύσαωνται, ὡσεὶ πολεμίων ἔφοδον αὑτοῖς γινομένην οὕτω προσδοκῶσιν.
Ἐν δὲ τῇ Χαλκιδκῇ τῇ ἐπὶ Θρᾴκης πλησίον 'Ολύωθου φασὶν εἶναι Κανθαρώλεθρον ὀνομαζόμενον τόπον, μικρῷ μείζονα τὸ μέγεθος ἅλω, εἰς ὃν τῶν μὲν ἄλλων ζῴων ὅταν τι ἀφίκηται, πάλιν ἀπέρχεται, τῶν δὲ κανθάρων τῶν ἐλθόντων οὐδείς, ἀλλὰ κύκλῳ περιιόντες τὸ χωρίον λιμῷ τελευτῶσιν.