Mirabilium auscultationes
Aristotle
Aristotle. Aristotelis Opera, Volume 6. Bekker, Immanuel, editor. Oxford: Oxford University Press, 1837.
Λέγεται δὲ καὶ περὶ τὴν τῶν Σιντῶν καὶ Μαιδῶν χώραν καλουμένην τῆς Θρᾴκης ποταμόν τινα εἶναι Πόντον προσαγορευόμενον, ἐν ᾦ καταφέρεσθαί τινας λίθους οἳ καίονται καὶ τοὐναντίον πάσχουσι τοῖς ἐκ τῶν ξύλων ἄνθραξι· ῥιπιζόμενοι γὰρ σβέννυνται ταχέως, ὕδατι δὲ ῥαινόμενοι ἀναλάμπουσι καὶ ἀνάπτουσι κάλλιον. Παραπλησίαν δὲ ἀσφάλτῳ, ὅταν καίωνται, καὶ πονηρὰν οὕτως ὀσμὴν καὶ δριμεῖαν ἔχουσιν ὥστε μηδὲν τῶν ἑρπετῶν ὑπομένειν ἐν τῷ τόπῳ καιομένων αὐτῶν.
Εἶναι δέ φασι καὶ τόπον τινὰ παρ᾽ αὐτοῖς οὐ λίαν μικρόν, ἀλλ᾽ ὡς ἂν εἴκοσί που σταδίων, ὃς φέρει κριθὰς αἷς οἱ μὲν ἄνθρωποι χρῶνται, οἱ δ᾽ ἵπποι καὶ βόες οὐκ ἐθέλουσιν αὐτὰς ἐσθίειν, οὐδ᾽ ἄλλο οὐδέν. Ἀλλ᾽ οὐδὲ τῶν ὑῶν οὐδὲ τῶν κυνῶν οὐδεμία τολμᾷ γεύσασθαι τῆς κόπρου τῶν ἀνθρώπων, οἵτινες ἂν ἐκ τῶν κριθῶν τούτων μᾶζαν φαγόντες ἢ ἄρτον ἀφοδεύωσι, τῷ θνήσκειν.