Mechanica

Aristotle

Aristotle. Aristotelis Opera, Volume 6. Bekker, Immanuel, editor. Oxford: Oxford University Press, 1837.

Διὰ τί κινοῦσι μεγάλα βάρη μικραὶ δυνάμμεις τῷ μοχλῷ. ὥσπερ ἐλέχθη καὶ κατ’ἀρχήν, προσλαβόντι βάρος ἔτι τὸ τοῦ μοχλοῦ; Ῥᾷον δὲ τὸ ἔλαττόν ἐστι κινῆσαι βάρος, ἔλαττον δέ ἐστιν ἄνευ τοῦ μοχλοῦ, Ἥ ὅτι αἴτιόν ἐστιν ὁ μοχλός, ζυγὸν [ὢν] κάτωθεν ἔχον τὸ σπαρτίον καὶ εἰς ἄνισα διῃρημένον; Τὸ γὰρ ὑπομόχλιον ἀντὶ σπαρτίου γίνεται· μένει γὰρ ἄμφω ταῦτα, ὥσπερ τὸ κέντρον.

Ἐπεὶ δὲ θᾶττον ὑπὸ τοῦ ἴσου βάρους κινεῖται ἡ μείζων τῶν ἐκ τοῦ κέντρου, ἔστι δὲ τρία τὰ περὶ τὸν μοχλόν, τὸ μὲν ὑπομόχλιον, σπάρτον καὶ κέντρον, δύο δὲ βάρη, ὅ τε κινῶν καὶ τὸ κινούμενον· ὃ οὖν τὸ κινούμενον βάρος πρὸς τὸ κινοῦν, τὸ μῆκος πρὸς τὸ μῆκος ἀντιπέπονθεν. Αἰεὶ δὲ ὅσῳ ἂν μεῖζονἀφεστήκῃ τοῦ ὑπομοχλίου, ῥᾷον κινήσει.

Αἰτία δέ ἐστιν ἡ προλεχθεῖσα, ὅτι ἡ πλεῖον ἀπέχουσα ἐκ τοῦ κέντρου μείζονα κύκλον γράφει. Ὤστε ἀπὸ τῆς αὐτῆς ἰσχύος πλέονμετανοῦσιν·

στήσεται τὸ κινοῦν τὸ πλεῖον τοῦ ὑπομοχλίου ἀπέχον. Ἔστω μοχλὸς ἐφ’ οὗ ΑΒ. βάρος δὲ ἐφ’ ᾧ τὸ Γ, τὸ δὲ κινοῦν ἐφ’ ᾧ τὸ Δ, ὑπομόχλιον ἐφ’ ᾧ τὸ Ε, τὸ δὲ ἐφ’ ᾧ τὸ Δ κινῆσαν ἐφ’ ᾧ τὸ Η, κινούμενον δὲτὸ ἐφ’ οὖ Γ, βάρος ἐφ’ οὖ Κ.

Διὰ τί οἱ μεσόνεοι μάλιστα τὴν ναῦν κινοῦσιν; Ἢ διότι ἡ κώπη μοχλός ἐστιν; Ὑπομόχλιον μὲν γὰρ ὁ σκαλμὸς γίνεται (μένει γὰρ δἡ τοῦτο), τὸ δὲ βάρος ἡ θάλαττα, ἢν ἀπωθεῖ ἡ κώπη· ὁ δὲ κινῶν τὸν μοχλὸν ὁ ναύτης ἐστίν.

Αεὶ δὲ πλέον βάρος κινεῖ, ὅσῳ ἄν πλέον ἀφεστήκῃ τοῦ ὑπομοχλίου ὁ κινῶν τὸ βάρος· μείζων γὰρ οὕτω γίνεται ἡ ἐκ τοῦ κέντρου, ὁ δὲ σκαλμὸς ὑπομόχλιον ὢν κέντρον ἐστίν. Ἐνμέση δὲ τῆ νηῒ πλεῖστον τῆς κώπης ἐντός ἐστιν· καὶ γὰρ ἡ ναῦς ταύτῃ εὐρυτάτη ἐστίν, ὥστε πλεῖον ἐπ’ἀμφότερα ἐνδέχεσθαι μέρος τῆς κώπης ἑκατέρου τοίχου ἐντὸς εἶναι τῆς νεώς.