Mechanica

Aristotle

Aristotle. Aristotelis Opera, Volume 6. Bekker, Immanuel, editor. Oxford: Oxford University Press, 1837.

Διὰ τί τὰ κάρυα ῥᾳδίως καταγνύουσιν ἄνευ πληγῆς ἐν τοῖς ὀργάνοις ἂ ποιοῦσι πρὸς τὸ καταγνύναι αὐτά; Πολλὴ γὰρ ἀφαιρεῖται ἰσχὺς ἡ τῆς φορᾶς καὶ βίας, Ἔτι δὲ σκληρῷ καὶ βαρεῖ συνθλίβων θᾶττον ἄν κατάξαι ἢ ξυλίνῳ καὶ κούφῳ τῷ ὀργάνῳ.

Ἣ διότι οὕτως ἐπ’ ἀμφότερα θλίβεται ὑπὸ δύο μοχλῶν τὸ κάρυον, τῷ δὲ μοχλῷ ῥᾳδίως διαιρεῖται τὰ βάρη; Τὸ γὰρ ὄργανον ἐκ δύο σύγκειται μοχλῶν, ὑπομόχλιον

ἐχόντων τὸ αὐτό, τὴν συναφὴν ἐφ’ᾖς τὸ Α.

Ὥσπερ οὖν εἰ ἦσαν ἐκβεβλημέναι, ὑφ’ ὦν κινουμένων εἰς τὰ τῶν ΓΔ ἄκρα αἱ ΕΖ συνήγοντο ῥᾳδίως ἀπὸ μικρᾶς ἰσχύος· ἢν οὖν ἐν τῇ πληγῇ τὸ βάρος ἐποίει, ταύτην ἡ κρείττων ταύτης, ἡ τὸ ΕΓ καὶ ΖΔ, μοχλοὶ ὄντες ποιοῦσι· τῇ ἄρσει γὰρ εἰς τοὐναντίοναἴρονται, καὶ θλίβοντες καταγνύουσι τὸ ἐφ’ ᾦ Κ.