Magna Moralia
Aristotle
Aristotle. Aristotelis Quae Feruntur Magna Moralia. Susemihl, Franz, editor. Leipzig: Teubner, 1883
ἀλλὰ πότερος διάκειται χεῖρον, ᾧ μηδὲν ἀγαθόν τι ὑπάρχει, ⟨ἢ ᾧ ἀγαθόν τέ τι ὑπάρχει〉 καὶ τὰ κακὰ ταῦτα; ἢ δῆλον ὅτι ἐκεῖνος, καὶ ὅσῳ γε τιμιώτερον κακῶς διάκειται. ἔστι τοίνυν ὁ μὲν ἀκρατὴς ἀγαθὸν ἔχων τὸν λόγον ὀρθὸν ὄντα· ὁ δὲ ἀκόλαστος οὐκ ἔχει.
ἔτι ἐστὶν ὁ λόγος ἑκάστου ἀρχή· τοῦ μὲν οὖν ἀκρατοῦς ἡ ἀρχὴ τιμιώτατον ὂν εὖ διάκειται, τοῦ δὲ ἀκολάστουκακῶς· ὥστε χείρων ἂν εἴη ὁ ἀκόλαστος τοῦ ὠκρατοῦς.
ἔτι ὥσπερ καὶ ἐπὶ τῆς θηριότητος ἧς ἐλέγομεν κακίας οὐκ ἔστιν ἰδεῖν ἐν θηρίῳ οὖσαν, ἀλλʼ ἐν ἀνθρώπῳ· ἡ γὰρ θηριότης ὄνομά ἐστιν τῇ ὑπερβαλλούσῃ κακίᾳ — διὰ τί; διʼ οὐδὲν ὅτι ἀρχὴ φαύλη ἐν θηρίῳ οὐκ ἔστιν· ἔστιν δὲ ἡ ἀρχὴ ὁ λόγος. ἐπεὶ πότερος ἂν πλείω κακὰ ποιήσειεν, λέων, ἢ [*](N. 1150b, 29—1151a, 28 || 11—29 ═ E. N. 1149b, 26—1150a. 8. 1150b, 29—1151a, 28, cf. Ramsauer p. 17 sq.) [*](7. οὖν] οὖν οὐ P2Ald. || ἂν ἴσως οὐχ om. P2, ἴσως — 8. γὰρ non vert. Va., ἴσως οὐχ om. Ald. et pr. Pb, ἴσ. οὐχ suppl. mg. rc. Pb || ὁ γὰρ] ἀλλʼ ὁ ci. Spengelius || 8. εὐιατώτερος KbMb et pr. Pb, ἀνιατώτερος rc. Pb || 10. δόξει ἐναντίος pr. K (crx. rc.), δόξειεν ἂν ἀνίατος P2, δόξη ἀνίατος Cv || 11. πότερον P2Ald. Va. || 12. ἢ ᾧ ἀγαθόν τέ τι ὑπάρχει add. Bonitzius, lacunam indicat eniam Bu., contra verba antecedentia 11. ᾧ—ὑπάρχει post 13. ἐκεῖνος tri. Spengelius || καὶ] ἢ Spengelius κακὰ PbP2 et rc. Mb, κατὰ c. c. Va.Bk. || ταὐτά Spengelius || 13. ὅσῳ — τιμκιώτερον] ᾧ τὸ τιμιώτατον Spengelius, ὧγε 'ὅτι τὶ μὴ, τὶ μειότερον Mb, ὅσω (ὧ rc.) γε ὅτι τιμὴ καὶ τιμὴ ώτερον (τι μειώτερον rc.) pr. Pb, ὅγε ὅτι τιμὴ καὶ τιμμιῶτερον Cc, ἴσ. τί μή καὶ τί μειότερον mg. rc. Pb || 14. ἀγαθὸν post ἔχων Π2 || 15. ὅτι Kb Ald. Va. et fort. pr. Pb || 16. οὖν om. KbMb || 17. χείρων, sed ων, ut videtur, in corr. P2, χεῖρον Kb || 18. καὶ om. Π2Bk.Bu. || 20. κακίᾳ] signum interruptae orationis post h. v. posuit Susem. διʼ] δʼ Π1 et pr. P (crx. et in textu et in mg. rc.) || 21. ὅτι] ὅτι ἡ Π2P2Ald. et rc. Kb, fort. igitur ἡ ἀρχὴ 〈ἡ〉 scribendum est.)
ἐν μὲν οὖν τῷ ἀκολάστῳ ἔνεστιν ἀρχὴ φαύλη. γὰρ πράττει φαῦλα ὄντα καὶ ὁ λόγος σύμφησιν ταῦτα καὶ δοκεῖ αὐτῷ ταῦτα δεῖν πράττειν, ἐν αὐτῷ ἡ ἀρχὴ ἔνεστιν οὐχ ὑγιής. διὸ βελτίων ἂν δόξειεν εἶναι ὁ ἀκρατὴς τοῦ ἀκολάστου.
ἔστι δὲ καὶ τῆς ἀκρασίας δύο εἴδη, ἣ μὲν προπετική τις καὶ ἀπρονόητος καὶ ἐξαίφνης γινομένη (οἷον ὅταν ἴδωμεν καλὴν γυναῖκα, εὐθέως τι ἐπάθομεν, καὶ ἀπὸ τοῦ πάθους ὁρμὴ ἐγένετο πρὸς τὸ πρᾶξαί τι ὧν ἴσως οὐ δεῖ), ἡ δʼ ἑτέρα οἷον ἀσθενική τις, ἡ μετὰ τοῦ λόγου οὖσα τοῦ ἀποτρέποντος. ἐκείνη μὲν οὖν οὐδʼ ἂν λίαν δόξειεν εἶναι ψεκτή· καὶ γὰρ ἐν τοῖς σπουδαίοις ἡ τοιαύτη ἐγγίνεται, ἐν τοῖς θερμοῖς καὶ [*](1203b) εὐφυέσιν· δὲ ἐν τοῖς ψυχροῖς καὶ μελαγχολικοῖς, οἱ δὲ τοιοῦτοι ψεκτοί.
ἔτι τέ ἐστιν τῷ λόγῳ προλαβόντα μηθὲν παθεῖν, ὅτι ἥξει γυνὴ εὐπρόσωπος, δεῖ οὖν κατασχεῖν αὐτόν. τῷ δὴ τοιούτῳ λόγῳ προκαταλαβὼν ὁ ἐκ τῆς προσφάτου φαντασίας ἀκρατὴς οὐδὲν πείσεται οὐδὲ πράξει οὐδὲν αἰσχρόν. ὁ δὲ τῷ λόγῳ μὲν εἰδὼς ὅτι οὐ δεῖ, πρὸς δὲ τὴν ἡδονὴν ἐνδιδοὺς καὶ καταμαλακιζόμενος, ὁ τοιοῦτος ψεκτότερος. οὔτε [*](30—1203b, 11 ═ E. N. 1150b, 19 —28. 1151a, 1—5. 1152a, 28 sq.) [*](23. ἢ εὐμάνθης (εὐμάθης Pb) post Κλέαρχος add. Π2 || 28. ἐν] φαύλη οὖν ἐν ΓKbP2Cv (sed λείπει mg. Cv), φαῦλος ἐν Ald. Va. || οὐχ om. Π1Va. et pr. P (suppl. mg. rc.) || διὸ] διὸ καὶ Mb, prb. Spengelius || 30. ἣ] οἷον ἡ Π (fors. recte) || προπετική corr. Pb, προπετική aut προπετής Ramsauer, προρεπτική Π1MbBk.Bu. et pr. P || 34. ἀσθενητική Π2 || τοῦ prius om. P2 (in fine versus), utrumque om. Ald. || 35. λίαν Π1Va., om. Π2 || εἶναι δόξειε KbP2 || 36. ἔν τε τοῖς θερμοῖς (θερμοῖσι Pb) Π2 || 1203b, 1. ἣ—ψυχροῖς Π1Va., om. Π2, post καὶ μελαγχολικοῖς traicienda esse ci. Spengelius (nisi fallor., recte) || 2. οὐ post τοιοῦτοι add. Π2 (c. c. om. Va.) || 3. ὅθʼ Π2P2, οἱ δὲ ὅτι Ald. || 5. οὐδὲ πείσεται Ald.Bk.Bu. || 7. οὐδὲ, si verum Casaubonus vidit, Susem. (?).)
πότερον δʼ ὁ σώφρων ἐγκρατὴς ἐστίν, ἠπορήθη μὲν ἐν τοῖς ἐπάνω, νῦν δὲ λέγωμεν. ἔστιν γὰρ ὁ σώφρων καὶ ἐγκρατής· ὁ γὰρ ἐγκρατής ἐστιν οὐ μόνον ὁ ἐπιθυμιῶν ἐνουσῶν ταύτας κατέχων διὰ τὸν λόγον, ἀλλὰ καὶ ὁ τοιοῦτος ὢν οἷος καὶ μὴ ἐνουσῶν ἐπιθυμιῶν τοιοῦτος εἶναι οἷος εἰ ἐγγένοιντο κατέχειν.
ἔστιν δὲ σώφρων ὁ μὴ ἔχων ἐπιθυμίας φαύλας τόν τε λόγον τὸν περὶ ταῦτα ὀρθόν, ὁ δʼ ἐγκρατὴς ὁ ἐπιθυμίας ἔχων φαύλας τόν τε λόγον τὸν περὶ ταῦτα ὀρθόν· ὥστ ἀκολουθήσει τῷ σώφρονι ὁ ἐγκρετής, καὶ ἔσται 〈ὁ〉 σώφρων 〈ἐγκρατής, ἀλλʼ οὐχʼ ὁ ἐγκρατὴς σώφρων〉. ὁ μὲν γὰρ σώφρων ὁμὴ πάσχων, ὁ δʼ ἐγκρατὴς ὁ πάσχων καὶ τούτων κρατῶν ἢ οἷός τε ὢν πάσχειν· οὐδέτερον δὲ τούτων τῷ σώφρονι ὑπάρχει· διὸ οὐκ ἔστιν ὁ ἐγκρατὴς σώφρων.
πότερον δὲ ὁ ἀκόλαστος ἀκρατὴς ἐστίν, ἢ ὁ ἀκρατὴς ἀκόλαστος; ἢ οὐδετέρῳ ἕτερος ἀκολουθεῖ; ὁ μὲν γὰρ ἀκρατής ἐστιν [*](1203b, 12—23 ═ E. N. 1151b, 32—1152a, 3 || 24—1204a, 4 ═ E. N. 1152a, 4—6. cf. 1202b, 38 sqq. Ramsauer p. 33.) [*](8. ὁ post ἂν traiciendum esse ci. Casaubonus (nescio an recte) || 9. ἂν ἰάσαιτο Casaubonus, ἄν ἄσαιτο P2, ἂν εἴσαιτο Ald. Va., ἀνείσαιτο Kb, ἀνήαιτο Π2 (sed αιτο in ras. Pb), ἀν ἐάσαιτο Scaliger || 10. οὔτι Rieckher, οὔτε ΠAd.Bk.Bu. || 11. ἐξασθενεῖ Π1Va., ἀσθενεῖ 13. λέγωμεν Va. Bas. et γρ. Victorius, λέγομεν ΠAld. || 14. ὁ—15. κατέχων corrupta esse iudicat Spengelius || 17. μήτε Spenge lius || δὲ Tauchnitziana || 18. ταύτας Spengelius || ὁ δʼ—19. ὀρθόν add. Kb Ald. Va. || δʼ Va.Bas.3 , τ᾿ Kb Ald. || τὸν δὲ Bas.3Bk. Bu. (Tauchm.) || 19. ταύτας Spengelius 20. καὶ] οὐ δʼ olim ci. Rassovius ||〈ὁ〉 σώφρων 〈ἐγκρατής, ἀλλʼ οὐχ ὁ ἐγκρατὴς σώφρων〉 Bonitzius Susem., 〈ἐγκρατὴς ὁ〉 σώφρων olim ci. Rassovius, ∗ ∗ σώφρων Bu. || 22. ἢ ὁ οἷός τε Ald., ἢ οἷός γε KbΡ2 ||ὢν om. KbAld. || πάσχειν unice verum esse demonstravit Breier, πάσχων 〈κρατεῖν〉 Bonitzius, πάσχειν ∗∗ Bu., κρατεῖν Rieckher, πάσχειν 〈καὶ κρατεῖν〉 haud male Spengselius, πάσχει pr K (crx. rc) || δὲ om. Π1 (suppl. rc. Kb).)
ἔτι δὲ καὶ φαυλότερος ὁ ἀκόλαστος τοῦ ἀκρατοῦς. δυσιατότερα γὰρ τὰ φυσικὰ τῶν ἐξ ἔθους γενομένων (καὶ γὰρ τὸ ἔθος διὰ τοῦτο δοκεῖ ἰσχυρὸν εἶναι, ὅτι εἰς φύσιν καθίστησιν)·
ὁ μὲν οὖν ἀκόλαστος αὐτὸς τοιρῦτός ἐστιν οἷος φαῦλός τις τῇ φύσει εἶναι, διὰ τοῦτο καὶ ἀπὸ τούτου ὁ λόγος φαῦλος ἐν αὐτῷ ἐστί· ἀλλʼ οὐχ ὁ ἀκρατὴς οὕτως· οὐ γὰρ ὅτι αὐτὸς τοιοῦτος ἐστίν, ὁ λόγος οὐ σπουδαῖος (φαῦλον γὰρ αὐτὸν ἔδει εἶναι, εἰ αὐτὸς τῇ φύσει [*](1204a) τοιοῦτος ἦν οἷος ὁ φαῦλος)·