Magna Moralia
Aristotle
Aristotle. Aristotelis Quae Feruntur Magna Moralia. Susemihl, Franz, editor. Leipzig: Teubner, 1883
μετὰ τοίνυν τοῦτο ἔχει τὰ ἀγαθὰ ἄλλην διαίρεσια. ἕστι γὰρ τῶν ἀγαθῶν τὰ κὲν ἐν ψυχῇ, οἷον αἱ ἀρεταί, νὰ δὲ ἐν τῷ σώματι, οἷον ὑμίεια κάλλος, τὰ δʼ ἐκώς, πλοῦτος ἀρχὴ τιμὴ εἴ τι ἄλλο τῶν τοιούτων τούτων δὲ τὰ ἐν ψθχ βέλτιστα.
τὰ δʼ ἐν ψυχ διώρισται ἀγεαθὰ εἰς τρία, εἰς φρόνησιν εἰς ἀρετὴν καὶ ἡδονήν.
ἤδη τοίνυν τὸ μετὰ τοῦτο κα λέγομεν πάντες καὶ δοαεῖ καὶ τέλος τῶν ἀγαθῶν καὶ τλειότατον εἶναι, ἡ εὐδ??,πμόα, καὶ τοῦτο ταὐτό φακεν εἶναι τὸ εὖ πράττειν κκὶ εὖ ζῆν.
τὸ δὲ τέλος ἐστὶν οὐχ ἀπλοῦν ἀλλὰ διττ??ν· ἐνίων μὲν γάρ ἐτι τὸ τέλος αὐτὴ ἡἐνέργεια καὶ ἡ χρῆσς, οἷο νῆς ὄψεως [ἐστιν ἡ ὅρκως]· καὶ ἔστιν γε ἡ χρῆσις αἱρετωτέρα τῆς ἕξεως· τέλος γὰρ ἡ χρῆσις· οὐδεὶς γὰρ ἂν βούλοιτο ἔχειν τὴν ἂψιν μὴ μέλλων ὁρᾶν ἀλλὰ μύτιν.
ὁμοίως δὲ καὶ ἐπʼ ἀκοῆς καὶ τῶν τοιούτων. ὧν ἄρα καὶ [ἡ] χρῆσις καὶ ἕξις ἐστίν, ἀεὶ βέλτι??ν καὶ αἱρετώτερον ἡ χρῆσις τῆς ἕξεως· ἡ γὰρ χρῆσις καὶ ἡ ἐνέργοια τέλος, ἡ δʼ ἕξις τῆς χρήσεως ἕνεκεν.
— μετὰ τοῦτο τοίνυν τοῦτʼ ἐάν τις σκοπῇ ἐπὶ τῶν ἐπισημῶν πασῶν, ὄψεται οὐκ ἄλλην μὲν οἰκίαν, ἄλλην δὲ σπουδαίαν ??ἰκίαν, ἀλλὰ τὴν οἰ καὶ οὗ ποιητικὸς ὁ οἰκοδόκος, ἡ τούτου ἀρετὴ τοῦ αὐτοῦ τούτου εὖ ποιητική. ὁμοίως [καὶ] ἐπὶ τῶν ἄλλων ἁπάντων.
μετὰ τοίνυν τοῦτο ὁρῶμεν ὅτι οὐθενὶ ἄλλῳ ἢ ψυχῇ ζῶμεν· ἐν ψνχῇ δέ ἐστιν ἀρετή· τὸ αὐτό γέ τοί φαμεν [*](1184 b, 1—6 E. E. 1218 b, 32—36. cf E. N. 1098 b, 12—15 | 9—17 ═ E. E. 1219a, 13—18. cf. E. N. 1094 a, 3 sqq. || 17—21 E. E. 1219a, 18—23 cf. E. N. 1028a, 7 sqq. || 22—1185a, 1 ═ E. E. 1219 a, 23—35.) [*](1184b, 1. καὶ post ἀγαθὰ add. Mb Bk.Bu. (fors. recte) || 3. οἷον post ἐκτός add P 11 αὕτη Cc Ald. || ἐστιν ἡ ὅρασις add. Π2 P2. c. c om. Va. Bk. Bu. ||12 γὰῥ Susem, δὲ ΠAld Va. Bk. Bu. || 15. καὶ primum om. ἡ prius secludendum esse ci. Bk, del. Bu. ||19. τὴν 〈αὐτὴν τὴν〉 ci. Spengelius || 20. τούτον εὗ] σπουδαίου lackson || 21 ε supra versuma, sed pr m. P om. Π1 Va. Bk. || καὶ add. P2 Ald., c c. om. Bk. Bu. || τῶν λοιπῶν post τῶν ἄλλων add. Π || 22. τοίνυν post τοῦτο P P2 Ald. )
τὸ δέ γε εὗ ζῆν καὶ εὗ πράττειν οὐθὲν ἄλλο ἢ τὸ εὐδαιμονεῖν λέγομεν. τὸ ἄρα εὐδαιμονεῖν καὶ ἡ εὐδαιμονία ἐν νῷ ?? ζῆν ἐστίν, τὸ δʼ εὖ ζῆν ἐν τὸ κακὰ τὰς ἀρετὰς ζῆν. τοῦτʼ ἄρʼ ἐστὶν τέλος κα ἡ εὐδαμονία καὶ τὸ ἄμσστονν.
ἐν χρώσει τοίνυν τινὶ ἂν εἴη καὶ ἐνεργείῳ ἡ εὐδαιμονία. ὧν γὰρ ἦν ἕξις καὶ χρῆσις, ἡ χρῆτις καὶ ἡ ἐνέργεια τέλος· τῆς δὲ ψυχῆς ἡ ἀρετὴ ἕξις ἐστίν· ἔστιν δὲ καὶ ἐνέργνα καὶ [ἡ] χρῆσις αὐτῆς τῶν ἀρετῶν· ὥστς τέλος ἂν εἴη ἡ ἐνέργεια καὶ ἡ χρῆσις αὐτῆς· ἡ εὐδαιμονία ἄρʼ ἂν εἴη ἐν τῷ κατὰ τὰς ἀρετὰς ζῆν.
ἐπαδήπερ οὖν τὸ ἄριστον ἀγαθόν ἐστιν ἡ εὐδαιμονία, καὶ αὕτη τέλος καὶ τέλειον τέλος ἐνεργείᾳ, ζῶντες ἂν κατὰ τὰς ἀρετὰς εὐδαίμονες εἴημεν καὶ ἔχοιμεν τὸ ὥριστον ἀγαθόν,
—ἐπεὶ δʼ οὖν ἐστιν ἡ [*](1185a) εὐδευιμ??νία τέλειεν ἀγαθὸν καὶ τέλος, οὐδὲ τοῦτο δεῖ λανθάνειν ὅτι καὶ ἐν τελείῳ ἔστε. οὐ γὰρ ἔσται ἐν παιδί (οὐ γάρ ἐσα παῖς ὐδαίμων), ἀλλʼ ἐν ἀνδρί· οὗτος γὰρ τέλειρς. — οὐδʼ ἐν χρύνῳ γε ἀιελεῖ, ἀλλʼ ἐν τελείῳ. τέλιος δʼ ἂν εἴη χρόνος, ὅσον ἄνθρωπος βιοῖ. καὶ γὰρ λέγεται ὁρθῶς παρὰ τοῖς πολλοῖς ὅτι δεῖ τὸν εὐδαίμιονα ἐν τῷ κεγίστῳ χρένῳ τοῦ βίον κρίνεν, ὡς δέον τὸ τέλειον εἶναι καὶ ἐν χρένῳ τελείῳ καὶ ἐν [*](32—35. cf. Pol. 1332a, 8 sq. Zeller l l p 5 || 1185a, 1—6 ═ E. E. 1219a, 35—b, 6 || 6—9 ═ E.E. 1219 b 6—8. cf. E. N. 1100a, 10 sqq.) [*](25. εὖ add. Spenge lius, ante ποιεῖ Bonitzius Bu. || ἡ—26. μέν, nisi prorsus eicienda sint, corrupta esse suspicatur Bοnitzius, certe μέν etiam Breier, ἡ—26. καὶ et 26. δὲ, quod om. Mb, secludenda esse dubitanter ci. Spengelius 26. ταῦτʼ ἄλλα dubitanter ci. Rieckher 28 λέγομεν —εὐδαιμιονεῖν om 2 30. καὶ add. Ald. Va. || 34. δὲ καὶ Bontzius, δὲ ἡ Π Ald. Bk., δὲ [ ή] Spengelius ||ἡ secl Bonitzius Bu. Spengelius || τῶν ἀρετῶν secl. Spengelius ||35 αὐτῶν Susem. ||37. καὶ τέλειον τέλος omn. Π1 Va. Bk. Bu.(fors. recte) 1185a, 8 ἐν alterum secl. Spengelius. )
— ὅτι δὲ ἐνέργεια ἐστίν, ἔδοι ἄν τις καὶ ἐντεῦθεν. ἐν γὰρ τοῖς ὕπνοις, οἷον εἴ τις καθεύδοι διὰ βίου, τὸν τοιοῦτον οὐ πάνυ βουλόμεθα λέγειν εὐδαίμονα εἶναι· τὸ μὲν γὰρ ζῆν αὐτῷ ὑπάρχει, ἀλλὰ τὸ ζῆν αὐτῷ κατὰ τὰς ἀρετὰς οὐχ ὑπάρχει, ὃ ἦν κατὰ τὴν ἐνέργειαν.
μετὰ τοῦτο τὸ μέλλον λέγεσθαι οὔτε λίαν δόξειεν ἂν οἰκεῖον εἶναι τούτων οὔτε μακρὰν ἀπέχον. οἷον ἐπειδήπερ ἔστιν, ὡς δοκεῖ, μόριόν τι τῆς ψυχῆς ᾧ τρεφόμεθα, ὃ καλοῦμεν θρεπτικόν (τοῦτο γὰρ εὔλογόν ἐστιν εἶναι· τοὺς γοῦν λίθους ὁρῶμεν ἀδυνάτους τρέφεσθαι ὄντας, ὥστε δῆλον ὅτι τῶν ἐμψύχων ἐστὶ τὸ τρέφεθαι·
εἰ δὲ τῶν ἐνψύχων, ἡ ψυχὴ ἂν εἴη αἰτία· τῆς δὲ ψυχῆς τούτων μὲν τῶν μορίων οὐθὲν αἴτιον ἂν εἴη τοῦ τρέφεσθαι, οἷον τὸ λογιστικὸν ἢ τὸ θυμικὸν ἢ τὸ ἐπιθυμητικόν, ἄλλο δέ τι παρὰ ταῦτα, ᾧ οὐθὲν ἔχομεν οἰκειότερον ὄνομα ἐπιθεῖναι ἢ θρεπτικόν)·
τί οὖν, ἂν τις εἴποι, πότερον καὶ τούτου τοῦ μορίου τῆς ψυχῆς ἔστιν ἀρετή; εἰ γὰρ ἔστι, δῆλον ὅτι καὶ ταύτῃ δεήσει ἐνεργεῖν· τῆς γὰρ τελείας ἀρετῆς ἡ ἐνέργεια εὐδαιμονία. εἰ μὲν οὖν ἔστιν ἀρετὴ τούτου ἢ μὴ ἔστιν, ἄλλος λόγος· εἰ δʼ ἄρα ἔστιν, οὐκ ἔστιν ταύτης ἐνέργεια. ὧν γὰρ μὴ ἔστιν ὁρμή, οὐδʼ ἐνέργεια τούτων ἔσται· οὐκ ἔοικεν δὲ εἶναι ὁρμὴ ἐν τῷ μορίῳ τούτῳ, ἀλλʼ ὅμοιον ἔοικεν εἶναι τῷ πυρί. καὶ γὰρ ἐκεῖνο ὅ τι ἂν ἐμιβάλῃς καταναλώσει, κἂν μὴ ἐμβάλῃς, οὐκ ἔχει ὁρμὴν πρὸς τὸ λαβεῖν. οὕτω καὶ τοῦτο τὸ μόριον τῆς ψυχῆς ἔχει· ἂν μὲν γὰρ ἐμβάλῃς τροφήν, τρέφει, ἂν δὲ μὴ ἐμβάλῃς τροφήν, οὐκ ἔχει [*](9—13 ═ E. N. 1098b, 290—1099a, 3. E. E. 1219a, 23—27. cf. E. N. 1102b, 5—7. ||14—35 cf E. N. 1102a, 32—b, 12 (E. E. 1219 b, 36—40 cf. 20-25).) [*](10. καθεύδει Π2P2 || 14. οὔτε λίαν] οὔτʼ ἂν λίαν Π1 || 20. τούτων μὲν τῶν] ὄντων τριῶν vel τῶν τριῶν Scaliger || 27. εἰ ―ἐνέργεια quomodo consentiant cumo 24. εἰ — 26. εὐδαιμονία iure suo quaerit Spengehus || 30. ἐκείνωι Kb Ald. ἐκεῖνω fort. pr. P || κἂν] καὶ εἰ P2 Αld.)
μετὰ ταῦτα τοίνυν λεκτέον ἂν εἴη τί ἐστιν ἡ ἀρετή, ἐπείπερ ἡ ταύτης ἐνέργειά ἐστιν ἡ εὐδαιμονία. ὡς μὲν οὖν ἀπλῶς εἰπεῖν, ἐστὶν ἡ ἀρετὴ ἕξις ἡ βελτίστη· ἀλλʼ ἴσως οὐχ ἱκανὸν οὕτως ἀπλῶς εἰπεῖν, ἀλλὰ σαφέστερον διορίσαι δεῖ.
πρῶτον μὲν οὖν λεκτέον ὑπὲρ τῆς ψυχῆς ἐν [*](1185 b) ἐγγίνετκι, οὐ τί ἐσπτιν ἡ ψυχὴ (ὑπὲρ μὲν γὰρ τούτου ἄλλος λόγος), ἀλλʼ ὡς τύπῳ. διελέσθαι. ἔστιν δʼ ἡ ψυχή, ὡς φαμέν, εἰς δύρ μέρη διῃρημένη, εἴς τε τὸ λόγον ἔχον καὶ τὸ ἄλογον. ἐν μὲν δὴ τῷ λόγον ἔχοντι ἐγγίνεται φρόνησις ἀγχίνοια σοφία εὐμάθεια μνήμη καὶ τὰ τοιοῦτα, ἐν δὲ τῷ ἀλόγῳ αὗται αἱ ἀρεταὶ λεγόμεναι, σωφροσύνη δικαιοσύνη ἀνδρεία ὅσαι ἄλλαατοῦἤθους δοκοῦσιν ἐππαινεταὶ εἶναι.
κατὰ γὰρ ταύτας ἐπαινετοὶ λεγόμεθα· κατὰ δὲ τὰς τοῦ [τὸν] λόγον ἔχοντος οὐδεὶς ἐπαινεῖται. οὔτε γὰρ ὅτι σοφός, οὐδεὶς ἐπαινεῖται, οὔτε ὅτι φρόνιμος, οὐδʼ ὅλως κατά τι τῶν τοιούτων οὐθέν. οὐδὲ δὴ τὸ ἄλογον, εἰ μὴ ὑπηρετικόν ἔστιν καὶ ὑπηρετεῖ τῷ λόγον ἔχοντι μορίῳ.
ἔστιν δʼ ἡ ἀρετὴ ἡ ἠθικὴ ὑπὸ ἐνδείας καὶ ὑπερβολῆς φθειρομένη. ὅτι δὲ ἡ ἔνδεια καὶ ἡ ὑπερβολὴ φθείρει, τοῦτʼ ἰδεῖν ἔστιν ἐκ τῶν ἠθικῶν (δεῖ δʼ ὑπὲρ τῶν ἀφανῶν τοῖς φανεραῖς μαρτυρίοις χρῆσθαι). εὐθέως γὰρ ἐπὶ γυμνασίων ἴδοι ἄν τις· πολλῶν γὰρ γινομένων φθείρεται ἡ ἰσχύς, [*](36—1185b, 12 — E. E. 1219b, 226—1220 a, 12 cf E. N. 1102a, 23—1103a, 10 1185 b, 13—32 ═ E. N. 1104a, 14—26. cf. E. E. 1220a, 26—34.) [*](34. οὐδὲν kB Ald. Va., οὐδὲ Π2 Π2 || 35. τὴν om. P2 Ald. || 36. τίς Kb Ald. || 1185b, 4. τὸ utrumque om. Kb Ald. Bk. Bu. || 9. τὰς ― ἔχοντος Kb Ald. Va., τὰς τὸν λόγον ἐχούσας Π2 P2 || τὸν secl Spengelius Susem. || 11. τὸ] τῶ Mb Ρ2 || εἰ μὴ Bonitzius, εἰ μὴ [ ᾗ] Brandisius (p.1357.n.44) fors.recte, εἷναι ἧ Π Ald. Bk.,[ εἷναι] Scaliger 12. τῷ] τῶ τὸν Κb Pb, τα τῷ τὸν P 14. ἡ alterum om. Kb Ald. 15. ἐκ τῶν] ἐκτὸς Chandler || ἠθικῶν vix sanum, αἰσθήσεων e Stob. p. 294 Spengelius, αἰσθητῶν? Susem. || δʼ] γὰρ? Susem.)
ὁμοίως δὲ τούτοις συμβαίνει καὶ ἐπὶ σωφροσύνης καὶ ἐπὶ ἀνδρείας καὶ τῶν ἄλλων ἀρετῶν. ἐὰν μὲν γάρ τινα λέαν ποιήσῃς ἄφοβον ὥστε μηδὲ τοὺ θεοὺς φοβεῖσθαι, σὐκ ἀνδρεῖος ἀλλὰ μαινόμενος, ἂν δὲ φαβούμενον πάντα, δειλός· ἀνδρεῖος ἄρα ἔσται οὔτε ὁ φοβούμενος πάντα οὔτε ὁ μηθέν. ταὔτ᾿ ἄρα καὶ αὔξει καὶ φθείρει τὴν ἀρετήν.
καὶ γὰρ οἱ λίαν φέβοι καὶ πάντες φθείρου??, καὶ οἱ περὶ μηθὲν δὲ ὁμοίως. ἔστιν δ᾿ ἡ ἀνδρεία περὶ φόβ:??υς, ὥσν οἱ μέτριοι φ?? αὔξουσι τὴν ἀνδρείαν. ὑπὸ τῶν αὐτῶν ὤρα καὶ αὔξεται καὶ φθείρεται ἡ ἀνδρεία· ὑπὸ φέβων γὰρ τοῦτο πάσχ??. ὁμείως δὲ καὶ αἱ ἄλλαι ὠρεταί.