Magna Moralia
Aristotle
Aristotle. Aristotelis Quae Feruntur Magna Moralia. Susemihl, Franz, editor. Leipzig: Teubner, 1883
— ἔστιν οὖν ἡ προαίρεσις ἐν τοῖς πρακτοῖς, καὶ τούτοις ἐν οἷς ἐφʼ ἡμῖν ἐστιν καὶ πρᾶξαι καὶ μὴ πρᾶξαι, καὶ οὕτως ἢ μὴ οὕτως, καὶ ἐν οἷς ἔστι λαβεῖν τὸ διὰ τί. τὸ δὲ διὰ τί οὐχ ἀπλοῦν ἐστίν.
ἐν μὲν γὰρ γεωμετρίρ, ὅταν φῇ τὸ τετράγωνον τέτταρσιν ὀρθαῖς ἴσας ἔχειν, καὶ ἐρωτᾷ διὰ τί, ὅτι, φησίν, καὶ τὸ τρίγωνον δυσὶν ὀρθαῖς ἴσας ἔχει. ἐν μὲν οὖν τοῖς τοιούτοις ἐκ τῆς ἀρχῆς ὡρισμένης ἔλαβον τὸ διὸ τί· ἐν δέ γε τοῖς πρακτοῖς, ἐν οἷς ἡ προαίρεσις, οὐχ οὕτως (οὐδεμία γὰρ κεῖται ὡρισμένη), ἀλλʼ ἂν ἀπαιτῇ τις, διὰ τί τοῦτο ἔπραξας; ὅτι οὐκ ἐνῆν ἄλλως, ἢ ὅτι βέλτιον οὕτως. ἐξ αὐτῶν τῶν συμβαινόντων, ὁποῖʼ ἂν φαίνηται βελτίω εἶναι, ταῦτα προαιρεῖται καὶ διὰ ταῦτα.
διὸ δὴ ἐν τοῖς τοιούτοις τὸ βουλεύσασθαί ἐστι τὸ πῶς δεῖ, ἐν δὲ ταῖς ἐπιστήμαις οὔ. οὐθεὶς γὰρ βουλεύεται πῶς δεῖ γράψαι τὸ ὄνομα Ἀρχικλέους, ὅτι ἐστὶν ὡρισμένον πῶς δεῖ ῎ξγράψαι τὸ ὄνομα Ἀρχικλέους. ἡ οὖν ἁμαρτία οὐ γίγνεται ἐν τῇ διανοίᾳ, ἀλλʼ ἐν τῇ ἐνεργείᾳ τοῦ γράφειν. ἐν οἷς γὰρ μή ἐστιν ἡ ἁμαρτία ἐν τῇ διανοίᾳ, οὐδὲ βουλεύονται ὑπὲρ [*](36. τὸ—διανοίφς om. K Ald. Va. et Paris. 2024, add. Z Co P1 2 Cv Bar. Paris. 1417, 1855 || 1189 b, 2. ἄν— προαιρώμεθα Kb Ald. Va., ἃ γὰρ προαιρούμεθα Π2 P2 || 3. 〈οὐκ〉 ὀλίγοι? Susem. || 12. ὡρισμένως Μb Ald. || 13. ἔλαβον Kb Ald. Va., ἐλάβομεν Π2 P || πρακτικοῖς pr. Κb Mb (crx.rc.) || 16. ἐξ Π1 Va., om. Π2 || αὐ– τῶν 〈γὰρ〉? Susem. || ὁποῖ᾿ ἂν Κb Va., ὅποι ἂν Ald., ὁποῖον Π2 P2 17. βελτία Κb Va., βέλτιον Π2 P2 Ald. 20. ὅτι—21. Ἀρχικλέους om. ΖAld.Par. 2024 (add. etiam CV Va.) 21. τὸ ὄνομα Ἀρχικλέους om. P Par. 1417, 1855 || 23. ἡ om. || οὐδὲ Bk., οὔτε Π Ald.)
ἔστιν δʼ ἐν τοῖς πρακτοῖς τὸ ἀόριστον, καὶ ἐν οἷς διτταὶ αἱ ἁμαρτίαι. ἁμαρτάνομεν οὗν ἐν τοῖς πρακτοῖς καὶ ἐν τοῖς κατὰ τὰς ἀρετὰς ὁμοίως. τῆς γὰρ ἀρετῆς στοχαζόμενοι ἁμαρτάνομεν ἐπὶ τὰς πεφυκυίας ὁδούς. ἔστι γὰρ καὶ ἐν ἐλλείψει καὶ ἐν ὑπερβολῇ ἁμαρτία, ἐφʼ ἑκάτερα δὲ τούτων φερόμεθα διʼ ἡδονὴν καὶ λύπην· διὰ μὲν γὰρ τὴν ἡδονὴν τὰ φαῦλα πράττομεν, διὰ δὲ τὴν λύπην τὰ καλὰ φεύγομεν.
— ἔτι δʼ ἐστὶν ἡ διάνοια οὐχ ὥσπτερ αἴσθησις, οἷον τῇ ὄψει οὐκ ἂν δύναιτʼ οὐθὲν ἂν ἄλλο ποιῆσαι ἢ ἰδεῖν, οὐδὲ τῇ ἀκοῇ οὐθὲν ἄλλο ἢ ἀκοῦσαι. ὁμοίως δὲ οὐδὲ βουλευόμεθα πότερον δεῖ ἀκοῦσαι τῇ ἀκοῇ ἢ ἰδεῖν. ἡ δὲ διάνοια οὐ τοιοῦτον, ἀλλὰ καὶ τοῦτο δύναται πράττειν καὶ [*](1190a) ἄλλα.