Eumenides

Aeschylus

Aeschyli Tragoediae. Sidgwick, Arthur, editor. Oxford: Clarendon Press, 1902.

  1. ἔνθεν διώκουσ᾽ ἦλθον ἄτρυτον πόδα,
  2. πτερῶν ἄτερ ῥοιβδοῦσα κόλπον αἰγίδος,
  3. πώλοις ἀκμαίοις τόνδ᾽ ἐπιζεύξασ᾽ ὄχον.
  4. καινὴν[*](καινὴν Canter: καὶ νῦν codd.) δ᾽ ὁρῶσα τήνδ᾽ ὁμιλίαν χθονὸς
  5. ταρβῶ μὲν οὐδέν, θαῦμα δ᾽ ὄμμασιν πάρα.
  6. τίνες ποτ᾽ ἐστέ; πᾶσι δ᾽ ἐς κοινὸν λέγω: