Eumenides
Aeschylus
Aeschyli Tragoediae. Sidgwick, Arthur, editor. Oxford: Clarendon Press, 1902.
- δόξαι τ᾽ ἀνδρῶν καὶ μάλ᾽ ὑπ᾽ αἰθέρι σεμναὶ
- τακόμεναι κατὰ γᾶν μινύθουσιν ἄτιμοι
- ἁμετέραις ἐφόδοις μελανείμοσιν, ὀρχησ-
- μοῖς τ᾽ ἐπιφθόνοις[*](ἐπιφθόνοις Heath: ἐπιφόνοις codd.) ποδός.
Χορός- πίπτων δ᾽ οὐκ οἶδεν τόδ᾽ ὑπ᾽ ἄφρονι λύμᾳ:
- τοῖον [γὰρ[*](γὰρ seclusit Heath)] ἐπὶ κνέφας ἀνδρὶ μύσος πεπόταται,