Eumenides
Aeschylus
Aeschyli Tragoediae. Sidgwick, Arthur, editor. Oxford: Clarendon Press, 1902.
- ἄλλοισιν οἴκοις καὶ πορεύμασιν[*](πορεύμασιν Porson: πορεύμασι codd.) βροτῶν.
- ὅμοια χέρσον καὶ θάλασσαν ἐκπερῶν,
- σῴζων ἐφετμὰς Λοξίου χρηστηρίους,
- πρόσειμι δῶμα καὶ βρέτας τὸ σόν, θεά.
- αὐτοῦ φυλάσσων ἀμμενῶ[*](ἀμμενῶ Dindorf: ἀναμένω codd.) τέλος δίκης.
Χορός- εἶεν: τόδ᾽ ἐστὶ τἀνδρὸς ἐκφανὲς τέκμαρ.