Eumenides

Aeschylus

Aeschyli Tragoediae. Sidgwick, Arthur, editor. Oxford: Clarendon Press, 1902.

  1. ὁρᾶτε[*](ὁρᾶτε Hermann: ὅρα δὲ codd. καρδίας ὅθεν Hermann: καρδία (mutatum in καρδίαι) σέθεν M) πληγὰς τάσδε καρδίας ὅθεν.
  2. εὕδουσα γὰρ φρὴν ὄμμασιν λαμπρύνεται,
  3. ἐν ἡμέρᾳ δὲ μοῖρ᾽ ἀπρόσκοπος[*](μοῖρ᾽ ἀπρόσκοπος ex schol. Turnebus: μοῖρα πρόσκοπος codd.) βροτῶν.
  4. ἦ πολλὰ μὲν δὴ τῶν ἐμῶν ἐλείξατε,
  5. χοάς τ᾽ ἀοίνους, νηφάλια[*](νηφάλια Robortello: νιφάλια codd.) μειλίγματα,
  6. καὶ νυκτίσεμνα[*](νυκτίσεμνα Turnebus: νυκτὸσεμνὰ (ut videtur) mutatum in νυκτὶ σεμνὰ M) δεῖπν᾽ ἐπ᾽ ἐσχάρᾳ πυρὸς