Libation Bearers

Aeschylus

Aeschylus, Volume 2. Smyth, Herbert Weir, editor. London; New York: William Heinemann; G.P. Putnam's Sons, 1926.

  1. δυοῖν γυναικοῖν ὧδʼ ὑπηκόους πέλειν.
  2. θήλεια γὰρ φρήν· εἰ δὲ μή, τάχʼ εἴσεται.
Χορός
  1. ἀλλʼ ὦ μεγάλαι Μοῖραι, Διόθεν
  2. τῇδε τελευτᾶν,
  3. τὸ δίκαιον μεταβαίνει.
  4. ἀντὶ μὲν ἐχθρᾶς γλώσσης ἐχθρὰ
  5. γλῶσσα τελείσθω· τοὐφειλόμενον
  6. πράσσουσα Δίκη μέγʼ ἀυτεῖ·
  7. ἀντὶ δὲ πληγῆς φονίας φονίαν
  8. πληγὴν τινέτω. δράσαντι παθεῖν,
  9. τριγέρων μῦθος τάδε φωνεῖ.
Ὀρέστης
  1. ὦ πάτερ αἰνόπατερ, τί σοι
  2. φάμενος ἢ τί ῥέξας
  3. τύχοιμʼ ἂν ἕκαθεν οὐρίσας,
  4. ἔνθα σʼ ἔχουσιν εὐναί,
  5. σκότῳ φάος ἀντίμοι-
  6. ρον; χάριτες δʼ ὁμοίως
  7. κέκληνται γόος εὐκλεὴς