Seven Against Thebes
Aeschylus
Aeschyli Tragoediae. Sidgwick, Arthur, editor. Oxford: Clarendon Press, 1902.
- εἶσι δόμων Ἐρινύς, ὅταν ἐκ χερῶν
- θεοὶ θυσίαν δέχωνται.
- θεοῖς μὲν ἤδη πως παρημελήμεθα,
- χάρις δ᾽ ἀφ᾽ ἡμῶν ὀλομένων θαυμάζεται:
- τί οὖν ἔτ᾽ ἂν σαίνοιμεν ὀλέθριον μόρον;
- νῦν ὅτε σοι παρέστακεν: ἐπεὶ δαίμων
- λήματος ἐν τροπαίᾳ[*](ἐν τροπαίᾳ Aldina: ἀντροπαῖα M, ἀντροπαία m) χρονίᾳ μεταλ-