Seven Against Thebes

Aeschylus

Aeschyli Tragoediae. Sidgwick, Arthur, editor. Oxford: Clarendon Press, 1902.

  1. τούτοις πεποιθὼς εἶμι καὶ ξυστήσομαι
  2. αὐτός: τίς ἄλλος μᾶλλον ἐνδικώτερος;
  3. ἄρχοντί τ᾽ ἄρχων καὶ κασιγνήτῳ κάσις,
  4. ἐχθρὸς σὺν ἐχθρῷ στήσομαι. φέρ᾽ ὡς τάχος
  5. κνημῖδας, αἰχμῆς καὶ πέτρων[*](πέτρων mutatum in πετρῶν M) προβλήματα.
Χορος
  1. μή, φίλτατ᾽ ἀνδρῶν, Οἰδίπου τέκος, γένῃ
  2. ὀργὴν ὁμοῖος τῷ κάκιστ᾽ αὐδωμένῳ: