Seven Against Thebes

Aeschylus

Aeschyli Tragoediae. Sidgwick, Arthur, editor. Oxford: Clarendon Press, 1902.

  1. καλόν τ᾽ ἀκοῦσαι καὶ λέγειν μεθυστέροις,
  2. πόλιν πατρῴαν καὶ θεοὺς τοὺς ἐγγενεῖς
  3. πορθεῖν, στράτευμ᾽ ἐπακτὸν ἐμβεβληκότα;
  4. μητρός τε πηγὴν τίς κατασβέσει δίκη;
  5. πατρὶς δὲ γαῖα σῆς ὑπὸ σπουδῆς δορὶ
  6. ἁλοῦσα πῶς σοι ξύμμαχος γενήσεται;
  7. ἔγωγε μὲν δὴ τήνδε πιανῶ χθόνα,