Seven Against Thebes
Aeschylus
Aeschyli Tragoediae. Sidgwick, Arthur, editor. Oxford: Clarendon Press, 1902.
- ἔστιν δὲ καὶ τῷδ᾽, ὃν λέγεις τὸν Ἀρκάδα,
- ἀνὴρ ἄκομπος, χεὶρ δ᾽ ὁρᾷ τὸ δράσιμον,
- Ἄκτωρ ἀδελφὸς τοῦ πάρος λελεγμένου:
- ὃς οὐκ ἐάσει γλῶσσαν ἐργμάτων ἄτερ
- εἴσω[*](εἴσω Blomfield: ἔσω codd.) πυλῶν ῥέουσαν ἀλδαίνειν κακά,
- οὐδ᾽ εἰσαμεῖψαι τεῖχος[*](τεῖχος Francken: θηρὸς codd.) ἐχθίστου δάκους
- εἰκὼ φέροντα πολεμίας ἐπ᾽ ἀσπίδος: