Seven Against Thebes
Aeschylus
Aeschyli Tragoediae. Sidgwick, Arthur, editor. Oxford: Clarendon Press, 1902.
- βρόμον φοβηθεὶς ἐκ πυλῶν χωρήσεται,
- ἀλλ᾽ ἢ θανὼν τροφεῖα πληρώσει χθονί,
- ἢ καὶ δύ᾽ ἄνδρε καὶ πόλισμ᾽ ἐπ᾽ ἀσπίδος
- ἑλὼν λαφύροις δῶμα κοσμήσει πατρός.
- κόμπαζ᾽ ἐπ᾽ ἄλλῳ, μηδέ μοι φθόνει λόγων.[*](λόγων Valckenarius: λέγων codd.)
- ἐπεύχομαι τῷδε[*](τῷδε rec.: δὴ τάδε M) μὲν εὐτυχεῖν, ἰὼ
- πρόμαχ᾽ ἐμῶν δόμων, τοῖσι δὲ δυστυχεῖν.