Seven Against Thebes

Aeschylus

Aeschyli Tragoediae. Sidgwick, Arthur, editor. Oxford: Clarendon Press, 1902.

  1. ἀνδρῶν τάδ᾽ ἐστί, σφάγια καὶ χρηστήρια
  2. θεοῖσιν ἕρδειν, πολεμίων πειρωμένων:[*](πειρωμένων] πειρωμένοις (ων supra scr. m1) M)
  3. σὸν δ᾽ αὖ τὸ σιγᾶν καὶ μένειν εἴσω δόμων.
Χορος
  1. διὰ θεῶν πόλιν νεμόμεθ᾽ ἀδάματον,[*](ἀδάματον Pauw: ἀδάμαντον M)
  2. δυσμενέων δ᾽ ὄχλον πύργος ἀποστέγει.
  3. τίς[*](τίς Heath: τί codd.) τάδε νέμεσις στυγεῖ;
Ετεοκλης
  1. οὔτοι φθονῶ σοι δαιμόνων τιμᾶν γένος: