Prometheus Bound
Aeschylus
Aeschyli Tragoediae. Sidgwick, Arthur, editor. Oxford: Clarendon Press, 1902.
- δύαις τε καμφθεὶς ὧδε δεσμὰ φυγγάνω:
- τέχνη δ᾽ ἀνάγκης ἀσθενεστέρα μακρῷ.
- τίς οὖν ἀνάγκης ἐστὶν οἰακοστρόφος;
- Μοῖραι τρίμορφοι μνήμονές τ᾽ Ἐρινύες.
- τούτων ἄρα Ζεύς ἐστιν ἀσθενέστερος;
- οὔκουν ἂν ἐκφύγοι γε τὴν πεπρωμένην.
- τί γὰρ πέπρωται Ζηνὶ πλὴν[*](πλὴν recc.: πρὶν M) ἀεὶ κρατεῖν;
- τοῦτ᾽ οὐκέτ᾽ ἂν πύθοιο μηδὲ λιπάρει.
- ἦ πού τι σεμνόν ἐστιν ὃ ξυναμπέχεις.