Prometheus Bound

Aeschylus

Aeschyli Tragoediae. Sidgwick, Arthur, editor. Oxford: Clarendon Press, 1902.

  1. ἀλλ᾽ αὐτὰ σιγῶ. καὶ γὰρ εἰδυίαισιν ἂν
  2. ὑμῖν λέγοιμι: τἀν βροτοῖς δὲ πήματα
  3. ἀκούσαθ᾽, ὥς σφας[*](ὥσφας M) νηπίους ὄντας τὸ πρὶν
  4. ἔννους ἔθηκα καὶ φρενῶν ἐπηβόλους.
  5. λέξω δέ, μέμψιν οὔτιν᾽ ἀνθρώποις ἔχων,
  6. ἀλλ᾽ ὧν δέδωκ᾽ εὔνοιαν ἐξηγούμενος:
  7. οἳ πρῶτα μὲν βλέποντες ἔβλεπον μάτην,
  8. κλύοντες οὐκ ἤκουον, ἀλλ᾽ ὀνειράτων
  9. ἀλίγκιοι μορφαῖσι τὸν μακρὸν βίον