Prometheus Bound

Aeschylus

Aeschyli Tragoediae. Sidgwick, Arthur, editor. Oxford: Clarendon Press, 1902.

  1. ἔς τ᾽ ἂν Διὸς φρόνημα λωφήσῃ χόλου.
Ὠκεανός
  1. οὔκουν, Προμηθεῦ, τοῦτο γιγνώσκεις, ὅτι
  2. ὀργῆς νοσούσης εἰσὶν ἰατροὶ λόγοι;
Προμηθεύς
  1. ἐάν τις ἐν καιρῷ γε μαλθάσσῃ κέαρ
  2. καὶ μὴ σφριγῶντα θυμὸν ἰσχναίνῃ[*](ἰσχναίνῃ recc.: ἰσχναίει (ν postea inserto in ἰσχναίνει mutatum M) βίᾳ.
Ὠκεανός
  1. ἐν τῷ προθυμεῖσθαι δὲ καὶ τολμᾶν τίνα
  2. ὁρᾷς ἐνοῦσαν ζημίαν; δίδασκέ με.
Προμηθεύς
  1. μόχθον περισσὸν κουφόνουν τ᾽ εὐηθίαν.
Ὠκεανός
  1. ἔα με τῇδε τῇ νόσῳ νοσεῖν, ἐπεὶ