Prometheus Bound
Aeschylus
Aeschyli Tragoediae. Sidgwick, Arthur, editor. Oxford: Clarendon Press, 1902.
- ἕστηκε κίον᾽ οὐρανοῦ τε καὶ χθονὸς
- ὤμοις ἐρείδων, ἄχθος οὐκ εὐάγκαλον.
- τὸν γηγενῆ τε Κιλικίων οἰκήτορα
- ἄντρων ἰδὼν ᾤκτειρα, δάιον τέρας
- ἑκατογκάρανον πρὸς βίαν χειρούμενον
- Τυφῶνα θοῦρον, πᾶσι δ᾽[*](πᾶσι δ᾽ Minckwitz, Hermann: πᾶσιν ὃς M recc. aliquot) ἀντέστη θεοῖς,
- σμερδναῖσι γαμφηλαῖσι συρίζων φόβον:[*](φόβον] φόνον recc.)
- ἐξ ὀμμάτων δ᾽ ἤστραπτε γοργωπὸν σέλας,
- ὡς τὴν Διὸς τυραννίδ᾽ ἐκπέρσων βίᾳ: