Prometheus Bound

Aeschylus

Aeschyli Tragoediae. Sidgwick, Arthur, editor. Oxford: Clarendon Press, 1902.

  1. πάντων μετασχὼν[*](μετασχεῖν Weil) καὶ τετολμηκὼς ἐμοί.[*](συντετολμηκώς τ᾽ Jebb (ad Ant. 537))
  2. καὶ νῦν ἔασον μηδέ[*](μηδέ recc.: μηδέν M) σοι μελησάτω.
  3. πάντως γὰρ οὐ πείσεις[*](πείσεις recc.: πείθεις M) νιν: οὐ γὰρ εὐπιθής.[*](εὐπιθής recc.: εὐπειθής M)
  4. πάπταινε δ᾽ αὐτὸς μή τι πημανθῇς ὁδῷ.
Ὠκεανός
  1. πολλῷ γ᾽ ἀμείνων τοὺς πέλας φρενοῦν ἔφυς
  2. ἢ σαυτόν: ἔργῳ κοὐ λόγῳ τεκμαίρομαι.
  3. ὁρμώμενον δὲ μηδαμῶς μ᾽[*](μ᾽ add. recc. duo: omittunt codd. cett.) ἀντισπάσῃς.
  4. αὐχῶ γὰρ αὐχῶ τήνδε δωρεὰν ἐμοὶ
  5. δώσειν Δί᾽, ὥστε τῶνδέ σ᾽ ἐκλῦσαι πόνων.