Prometheus Bound
Aeschylus
Aeschyli Tragoediae. Sidgwick, Arthur, editor. Oxford: Clarendon Press, 1902.
- σήμαιν᾽ ὅ τι χρή σοι συμπράσσειν:
- οὐ γάρ ποτ᾽ ἐρεῖς ὡς Ὠκεανοῦ
- φίλος ἐστὶ βεβαιότερός σοι.
- ἔα: τί χρῆμα λεύσσω; καὶ σὺ δὴ πόνων ἐμῶν
- ἥκεις ἐπόπτης; πῶς ἐτόλμησας, λιπὼν
- ἐπώνυμόν τε ῥεῦμα καὶ πετρηρεφῆ
- αὐτόκτιτ᾽ ἄντρα, τὴν σιδηρομήτορα
- ἐλθεῖν ἐς αἶαν; ἢ θεωρήσων τύχας
- ἐμὰς ἀφῖξαι καὶ συνασχαλῶν κακοῖς;