Prometheus Bound

Aeschylus

Aeschyli Tragoediae. Sidgwick, Arthur, editor. Oxford: Clarendon Press, 1902.

  1. δεῖξαι τὸ νέον βούλευμ᾽ ὑφ᾽[*](ὑφ᾽ ex ἀφ᾽ factum M) ὅτου
  2. σκῆπτρον τιμάς τ᾽ ἀποσυλᾶται.
  3. καί μ᾽ οὔτε[*](οὔτε Porson: οὔτι recc.: οὔτοι M) μελιγλώσσοις πειθοῦς
  4. ἐπαοιδαῖσιν θέλξει, στερεάς τ᾽
  5. οὔποτ᾽ ἀπειλὰς πτήξας τόδ᾽ ἐγὼ
  6. καταμηνύσω,
  7. πρὶν ἂν ἐξ ἀγρίων δεσμῶν χαλάσῃ
  8. ποινάς τε τίνειν[*](τε τίνειν Porson: τέ μοι τίνειν M)
  9. τῆσδ᾽[*](τῆσδ᾽ recc.: τῆς M) αἰκίας ἐθελήσῃ.