Orbis Descriptio

Dionysius Periegetes

Dionysius Periegetes. Geographi Graeci Minores, Volume 2. Müller, Karl, editor. Paris: Ambroise Firmin Didot, 1861.

  1. φαίνετʼ ἀπειρεσίου ποταμοῦ ῥόος Εὐφρήταο,
  2. ὃς δʼ ἤτοι πρῶτον μὲν ἀπʼ οὔρεος Ἀρμενίοιο
  3. μακρὸς ἐπὶ νότον εἶσι, πάλιν δʼ, ἀγκῶνας ἑλίξας,
  4. ἄντκν ἠελίοιο μέσην Βαβυλῶνα περήσας,
  5. Περσίδος εἰς ἁλὸς οἶδμα θοὴν ἀπερεύγεται ἄχνην,
  6. ὑστατίῃς προχοῇσι Τερηδόνος ἐγγὺς ὁδεύων.