Orbis Descriptio

Dionysius Periegetes

Dionysius Periegetes. Geographi Graeci Minores, Volume 2. Müller, Karl, editor. Paris: Ambroise Firmin Didot, 1861.

  1. Ἄλλο δέ τοι καὶ θαῦμα μέγ ἔξοχον ἔλλαχ ἐκείνη·
  2. αἰεὶ κηώεσσα θύοις ὕπο λαρὸν ὄδωδεν
  3. ἢ θύου ἢ σμύρνης εὐώδεος ἢ καλάμοιο
  4. ἢ καὶ θεσπεσίοιο πεπαινομένου λιβάνοιο
  5. ἢ κασίης· ἐτεὸν γὰρ ἀνὰ χθόνα λύσατο κείνην
  6. Ζεὺς αὐτὸς Διόνυσον ἐϋρραφέος παρὰ μηροῦ·