Orbis Descriptio

Dionysius Periegetes

Dionysius Periegetes. Geographi Graeci Minores, Volume 2. Müller, Karl, editor. Paris: Ambroise Firmin Didot, 1861.

  1. Σχῆμα μὲν οὖν πισύρεσσιν ἐπὶ πλευρῇσι τετύχθω,
  2. πεπταμένον δολιχοῖσιν ἐπʼ ἀντολίην πεδίοισιν.
  3. Οἶσθα μὲν, ἐν πρώτοισιν ἐμεῦ εἰπόντος ἀκούσας,
  4. πᾶσαν ἕως Ἰνδῶν Ἀσίην ὄρος ἄνδυχα τέμνειν.
  5. Κεῖνό τοι ἐν πλευρῇσι βορειότερον τελέοιτο·
  6. Νεῖλος δʼ ἑσπέριον πλευρὸν πέλοι· αὐτὰρ ἑῷον