Orbis Descriptio

Dionysius Periegetes

Dionysius Periegetes. Geographi Graeci Minores, Volume 2. Müller, Karl, editor. Paris: Ambroise Firmin Didot, 1861.

  1. Τῆς μέν πρὸς βορέην λιπαρὴν χθόνα ναιετάουσιν
  2. ἀνέρες Ἀρμένιοί τε καὶ ἀγχέμαχοι Ματιηνοί,
  3. οὔρεσι κεκλιμένοι, ποταμοῦ πρόπαρ Εὐφρήταο, πᾶσαν
  4. πίονες ἀφνειοί τε καὶ Ἄρεος εὖ δεδαῶτες.
  5. Πρὸς δὲ νότον Βαβυλὼν ἱερὴ πόλις, ἥν ῥά τε
  6. τείχεσιν ἁρραγέεσσι Σεμίραμις ἐστεφάνωσεν·