Ars Rhetorica
Dionysius of Halicarnassus
Dionysius of Halicarnassus. Dionysii Halicarnasei quae exstant, Volume 5.2: Opuscula, Volume 2. Usener, Hermann; Radermacher, Ludwig; editors. Leipzig: Teubner, 1904.
Ἀκόλουθος ἂν εἴη καί, ὡς 〈ἂν〉 εἴποι τις, συναφής, ὦ Ἐχέκρατες, καὶ ὁ ἐν ταύταις ταῖς πανηγύρεσι
λεγόμενος λόγος, οὐκ εἰς αὐτὴν μέντοι τὴν πανήγυριν, ἀλλ’ εἰς τοὺς ἀνταγωνιστὰς τοὺς ἐν τῇ πανηγύρει καὶ τοῖς ἀγωνισταῖς ἀθληταῖς δή που, ὁ προτρεπτικὸς οὕτως λεγόμενος.Σκεπτέον οὖν πρῶτον εὐθύς, ὅς τίς ποτε ὁ λέγων (ὡς ἔγωγε οἶδα καὶ Ὀλυμπίασιν καὶ ἐπ’ ἐμοῦ τοῦτο γενόμενον καὶ Πυθοῖ καὶ ἄλλοθι πολλαχοῦ τισίν)· νῦν μὲν | γὰρ ἴσως πολίτης, νῦν δὲ καὶ αὐτῶν τῶν περὶ τὸν ἀγῶνά τις, ἐγὼ δὲ ἤδη καὶ τὸν ἀγωνοθέτην εἶδον ἀγωνιστὴν τούτου τοῦ λόγου γεγενημένον.
τὰς γὰρ ἀρχὰς ἴσως που καὶ ἐντεῦθέν τις οὐκ ἄπο καιροῦ ποιήσεται. εἰ μὲν πολίτης εἴη, ὅτι καὶ αὐτὸς πεισθεὶς τοῖς ἀγωνοθέταις καὶ τῷ τῆς πόλεως νόμῳ εἰς τὸν ἀγῶνα καθῆκεν ἑαυτὸν καὶ παρεβάλετο κινδύνῳ οὐχ ἧττον ὄντι ἐργὡδει· ἐκειῖνος μὲν γὰρ σώματος, ὅδε δὲ ψυχῆς. χαλεπώτεροι δὲ οἱ ἀγῶνες οἱ τῆς ψυχῆς ἢ〈οἱ〉 τοῦ σώματος. ἐπὶ μὲν γὰρ τῆς ἀγωνίας τῶν σωμάτων καὶ φανερὰ ἡ νίκη καὶ ὑπὸ τοῖς ὀφθαλμοῖς, ἥ περ ἐναργεστάτη τῶν αἰσθήσεων· ἔτι δὲ καὶ βραβευτὴς ἐφέστηκεν ἐπ’ αὐτῷ τούτῳ κρείττων τοῦ παρὰ τῶν ἄλλων φθόνου. ἥδε 〈δὲ ἡ〉 κρίσις οὐκ ἐφ’ ἑνί, ἀλλ’ ἐπὶ πολλοῖς· καὶ οὐκ ὀφθαλμοῖς κρίνουσιν, ἀλλὰ γνώμῃ, ἐν ᾗ πολλὰ τὰ ἀν|τιστατοῦντα· ἄγνοια καὶ φιλοτιμία καὶ φθόνος, ἐφ’ ἅπασι δὲ τὸ μὴ βούλεσθαι τοὺς ἀκούοντας μείζονα εἶναι τὰ ἐπαινούμενα τῷ περὶ αὐτῶν
λόγῳ. τούτοις δὲ ὑποβάλλειν κἀκεῖνο ἀναγκαῖον, τὸ ἀνελεῖν ὡς ἀντικείμενον ἐκ τῆς τοῦ προσώπου ποιότητος, ὅτι μὴ καταφρονητέον λόγων τοῖς ἀθληταῖς ἅτε ἐν ἔργοις ἀσκοῦσι. λόγος γὰρ εἰς πάντα ἐπιτήδειος καὶ πρὸς πᾶν ἐπιρρώννυσιν· οὕτως καὶ ἐπὶ πολέμου καὶ ἐπὶ παρατάξεως δέονται στρατιῶται τοῦ παρὰ τῶν στρατηγῶν λόγου καὶ τῆς προτροπῆς, καὶ αὐτοὶ αὑτῶν ἐρρωμενέστεροι ἐγένοντο. μάλιστα δὲ οἱ ἀθληταὶ δέοιντο ἂν τῆς ἀπὸ τοῦ λόγου προτροπῆς καὶ ἐπικελεύσεως, ὄντες μὲν καὶ αὐτοὶ Ἑρμοῦ τε καὶ Ἡρακλέους μαθηταί τε καὶ ζηλωταί (ὧν ὃ μὲν εὑρετὴς τοῦ λόγου ἢ αὐτὸ χρῆμα λόγος· ὃ δὲ σὺν τῇ Ἀθηνᾷ πάντα κατώρθωσεν τὰ ἐπιταχθέντα· ἣ δὲ τί ἂν ἄλλο εἴη ἢ νοῦς τε καὶ λόγος;), καὶ ὁσημέραι δὲ ἐπὶ ταῖς γυμνασίαις ἑκάστοτε τοιούτους τοὺς ἐπικελευομένους ἔχοντες αὑτοῖς. |εἶτα διαφορὰν ἐρεῖς, ὅσῳ κρείττων οὗτος τοῦ ἐκείνων ἔπαινος· διὰ ταῦτα, ὅτι ὃ μὲν ἐκ τῶν ἐπιτυχόντων, οὗτος δὲ ἀπὸ τῶν δεδοκιμασμένων καὶ βίῳ καὶ λόγῳ καὶ δόξῃ· καὶ ἐκεῖνος μὲν ἔθει τινί, οὗτος δὲ νόμῳ πόλεως καὶ δόγματι ἀρχόντων· κἀκεῖνος οἷον ἐπιβόησίς τις, μηδὲν τῶν ἤχων διαφέρων, οὗτος δὲ μετὰ ἐπαίνων καὶ ἀποδείξεων παράκλησις. εἶτ’ ἀκόλουθον τοῖς περὶ τὸ τοῦ σώματος καλὸν σπουδάσασιν καὶ περὶ τὸ καλὸν τὸ ἐπὶ τῇ ψυχῇ σπουδάσαι καὶ
μᾶλλον, ὅσῳ τιμιώτερον ψυχὴ σώματος, εἰ μὴ καὶ αὐτοὺς ἀσκοῦντας, ἀλλὰ τοῖς ἀσκήσασι πειθομένους· ὅπερ οὐδὲ δυσχέρειάν τινα ἔχει οὐδὲ πόνον, ἄλλως τε καὶ ἐπὶ συμφέροντι τῶν πεισθέντων τῆς πειθοῦς γινομένης· ὥςπερ γὰρ καὶ ἐν στρατοπέδῳ οἱ γνησιώτατοι παρὰ τῶν στρατηγῶν λόγους ἀκούσαντες μάλιστα φιλοτιμοῦνται περὶ τὴν νίκην, οὕτως καὶ οἱ ἐν τοῖς ἀγῶσι προτρεπτικοὺς λόγους οἰκείως ἀναδεξάμενοι· μάλιστα γὰρ ἂν ὀρέγοιντο τοῦ περιγενέσθαι. καὶ ὅτι τοῖς | ἐπαγγελλομένοις τὴν σωτηρίαν τὴν τοῦ σώματος προσήκει καὶ ἀψευδεῖν. ἐν τούτῳ· εἰ δήπου τις, καίτοι τῆς ἀπὸ τούτων δόξης ἀδήλου τυγχανούσης, ὅμως ἐφίεται τούτου ἄλλως μηδὲ ἀνάγκης οὔσης, πόσῳ μᾶλλον 〈εἰκὸς〉 τοὺς ἐπ’ αὐτὸ τοῦτο παρόντας καὶ παραδεδωκότας ἑαυτοὺς καὶ τούτου ἕνεκα ἐπὶ τοσοῦτον τοῖς γυμνασίοις χρησαμένους καὶ ὑπευθύνους ἑαυτοὺς καταστήσαντας πειθομένους φαίνεσθαι τῷ ἐπὶ τοῦτο ὑπὸ τῆς πόλεως καὶ τῶν ἀγωνοθετῶν καὶ τοῦ νόμου προκεχειρισμένῳ; Εἰ δὲ δὴ καὶ ἀγωνοθέτης εἴη ὁ λέγων, πρὸς τούτοις ἢ πρὸ ἁπάντων τούτων ἁρμόσει εἰπεῖν, ὅτι 〈εἰ ὁ〉 διατιθεὶς τὸν ἀγῶνα οὐκ ὤκνησεν ἀγωνιστὴν καὶ ἑαυτὸν καταστῆσαι καὶ ὑποβαλεῖν τῇ τῶν ἀκουόντων κρίσει ἕνεκα τοῦ ἀγῶνος καὶ τοῦ ἔνδοξον καὶ μέγαν καὶ περισπούδαστον τοῦτον γενέσθαι, πολλῷ δήπου ἀναγκαιότερον αὐτοῖς 〈τοῖς〉 ἀγωνιζομένοις καὶ κληρονομεῖν μέλλουσι τῆς τοῦ ἀγῶνος δόξης. Τῷ δὲ ξένῳ καὶ τοῦτο ἂν ἁρμόζοι | λέγειν, ὅτι προσήκων αὐτῷ ὁ λόγος διὰ τὴν ἐπιδημίαν καὶ τὴν μετουσίαν τῆς θέας· οἱ γὰρ τῆς θέας μεταδόντες καὶ τοῦ λόγου τοῦ περὶ αὐτῆς μετέδοσαν ἄλλως τε καὶ ἐπὶ τῷ ἐνδοξοτέραν τὴν πανήγυριν γενέσθαι. καὶ ὅτι γνήσιος πολίτης οὐχ ὁ ἐγγεγραμμένος μόνον, ἀλλὰ πολλῷ μᾶλλον ὁ εὔνους τῇ πόλει καὶ περὶ τὰ καλὰ μόνον τὰ τῆς πόλεως σπουδάζων. εἰ δὲ δὴ καὶ μὴ πολίτης ὢν ἐπείσθη τοῖς ἐπιτάξασι καθεῖναι ἑαυτὸν εἰς τὸν ἀγῶνα, πολλῷ δήπου μᾶλλον τοῖς ἀθληταῖς σπουδαστέον περὶ αὐτὸν τοῖς ὡς ἂν εἴποι τις πολίταις τοῦ ἀγῶνος οὖσι.Τούτων δὲ τῶν ἀφορμῶν τάχα ἄν τινες καὶ εἰς τὸν πανηγυρικὸν λόγον ἁρμόζοιεν, τοιούτων προσώπων πανηγυριζόντων καὶ τοιούτων ποιοτήτων ἐμπεριειλημμένων. τοιαύτης δὲ τῆς προκαταστάσεως γενομένης ὑποβλητέον καὶ τὸν περὶ τῶν πανηγύρεων καθόλου λόγον ἔπαινον ἔχοντα τῶν προκαταστησαμένων, ὅτι τῶν πολέμων καὶ τῶν πρὸς ἀλλήλους διαφορῶν καταπαύσαντες τὰς πό|λεις συνήγαγον ὥςπερ εἰς μίαν πόλιν τὴν πατρίδα πάντων, ὡς κοινῇ συνελθόντας θύειν καὶ ἑορτάζειν λήθην ἁπάντων τῶν πρότερον ποιησαμένους· καὶ οὐ ταῦτα ἀπέχρησε μόνον, ἀλλὰ
καὶ θεάματα καὶ ἀκροάματα μυρία ἐπὶ μυρίοις προέθεσαν, οὐκ εἰς ψυχαγωγίαν μόνον, ἀλλὰ καὶ πρὸς ὠφέλειαν· διὰ μὲν τῶν μουσικῶν ἀκροαμάτων παιδεύοντες ἡμᾶς, διὰ δὲ τῶν γυμνικῶν συνασκοῦντες εἰς τοὺς πολέμους. καλὸν μὲν οὖν καὶ τοῖς ἐπιδημοῦσι σπουδάζειν περὶ τὴν θέαν, πολὺ δὲ κάλλιον τοῖς ἀγωνιζομένοις αὐτοῖς. τοῖς μὲν γὰρ πρόσκαιρος ἡ τέρψις, τοῖς δὲ ἀθάνατος ἡ δόξα· καὶ παραχρῆμα μὲν γίνεται ἑκάστῳ τούτων εὐφημεῖσθαι καὶ δακτυλοδεικτεῖσθαι ἐπὶ τοῖς καλλίστοις, νικᾶν, στεφανοῦσθαι, ἀναγορεύεσθαι, διὰ μιᾶς πράξεως καὶ νίκης οὐ μιᾶς πόλεως γενόμενον ἀλλὰ σχεδὸν ἁπάσης τῆς οἰκουμένης· ἕκαστος γὰρ τῶν παρόντων τῆς ἀρετῆς ἀποδεχόμενος τῇ εὐνοίᾳ ὡς πολίτην αὑτοῦ προσοικειοῦται, τὸ τοῦ Ὁμήρου δὴ τοῦτο· ἐρ|χόμενον δὲ ἀνὰ τὴν πανήγυριν θεὸν ὣς εἰσορόωσιν, οὐ μόνον γε ἀλλὰ καὶ μετὰ τὴν πανήγυριν, ὁπόταν αὐτὸν ἴδωσι μόνον. καὶ ἀγωνιζομένῳ ταῦτα καθ’ ἕκαστον ἀγῶνα· παυσαμένῳ δὲ παραμένουσιν τὸν βίον σύμπαντα οἱ καρποὶ 〈οἱ〉 ἀπὸ τῆς νίκης, τὴν περιουσίαν τοῦ βίου ἄφθονον παρέχοντες· μετὰ δὲ τὴν τελευτὴν ἡ μνήμη 〈ἡ〉 ἀπὸ τῶν ἀνδριάντων καὶ τῶν εἰκόνων εἰς τὸ ἀνάγραπτον ἔχειν τὴν δόξαν οὐκ ἐν ταῖς μνήμαις σῳζομένην μόνον, ἀλλὰ καὶ διὰ τῶν συγγραμμάτων συμπαραμένουσαν ἅπαντι τῷ χρόνῳ.Εἶτα ἐπὶ τούτοις προσάξεις καὶ τὸν περὶ τῆς πόλεως λόγον, ὅτι καὶ διὰ τὴν πόλιν αὐτὴν σπουδαστέον περὶ τὸν ἀγῶνα. σύμμετρος δὲ γινέσθω ὁ ἔπαινος, ἐπειδὴ οὐ περὶ αὐτοῦ νῦν πρόκειται. ἀφορμαὶ δὲ εἰς τοῦτο ἔσονται δήπου ἱκαναὶ αἱ προειρημέναι ἐν ταῖς περὶ τοῦ πανηγυρικοῦ λόγου μεθόδοις. ὁμοίως δὲ καὶ περὶ αὐτῆς τῆς πανηγύρεως ἐρεῖς ἐφεξῆς, καὶ πόθεν ἤρξατο, καὶ τίς ὁ | καταστήσας, καὶ τίνων θεῶν ἐπάγεται, καὶ τίς ὁ ἐπώνυμος αὐτῆς· καὶ ἔπαινος διὰ βραχέων ἀπὸ τῶν αὐτῶν ἀφορμῶν τῶν ἐκεῖ παραδεδομένων. ἀναγκαῖον δὲ ἐνταῦθα γενόμενον καὶ σύγκρισιν ποιήσασθαι πρὸς τοὺς ἄλλους ἀγῶνας. ἡ δὲ σύγκρισις ἔσται καὶ ἀπὸ τόπου τοῦ ἀγῶνος, οἷον 〈ὅτι ἐνδοξότατος, καὶ〉 ἀπὸ χρόνου, ὅτι ἀρχαιότατος· ἢ εἰ νέος, ὅτι ὅσον τῷ χρόνῳ ὑποδεῖ, τοσοῦτον τῇ δόξῃ προέχει· καὶ ὅτι εἰ νῦν περισπούδαστός ἐστι, πολλῷ περισπουδαστότερος ἔσται λαβὼν τὸν χρόνον. εἰ θεὸς εἴη ὁ ἐπώνυμος, τὰ προσόντα τῷ θεῷ· εἰ τῶν ἡρώων τις, ὁμοίως τὰς πράξεις· εἰ ἐπιτάφιος, ὅτι καὶ αὐτὸς διὰ τὴν ἀρετὴν τοῦ ἀγῶνος καὶ τῆς τούτου θέσεως ἠξιώθη. ἔτι καὶ τὴν πόλιν παραβαλεῖς πρὸς τὰς ἄλλας, ἀπὸ μεγέθους, ἀπὸ κάλλους, ἀπὸ οἰκιστοῦ, ἀπὸ οἰκειώματος· εἴρηται | δὲ καὶ ταῦτα
ἤδη. τούτων δὲ ῥηθέντων οἰκειότατα ἂν ἐπαχθείη ὁ πρὸς τοὺς ἀθλητὰς λόγος κατὰ τὸν Θουκυδίδην· Περὶ τοιαύτης οὖν πόλεως καὶ τοιούτου ἀγῶνος πολλοὶ μὲν καὶ ἄλλοι καὶ πάλαι ἐφιλοτιμήσαντο καὶ ἐσπούδασαν νικηφόροι γενέσθαι.Ἐπειδὴ δὲ διάφορα τὰ πρόσωπα, τὰ μὲν ἔνδοξα, τὰ δὲ ἧττον, καὶ τὰ μὲν ἀπὸ στεφάνων πολλῶν, τὰ δὲ νῦν πρῶτον ἀρχόμενα, πειρασόμεθα ἕκαστον ἀπὸ τῶν οἰκείων καὶ προσφόρων προτρέψασθαι· οἷον τοὺς μὲν πολλοὺς ἔχοντας στεφάνους, ὅτι καλόν, μὴ ὅπως καταισχῦναι τούτους, ἀλλὰ καὶ προσθεῖναι καὶ πλείους ἀποφῆναι· συναύξεται γὰρ τοῖς στεφάνοις καὶ ἡ δόξα. τοὺς δὲ ὀλὶγους, ὅτι δεῖ μὴ τούτοις ἀρκεῖσθαι, ἀλλὰ καὶ βεβαιώσασθαι τούτους ὅτι καὶ μετὰ τῆς ἀληθεὶας καὶ προῖκα, τῷ ἐπαγωνίσασθαι καὶ προσλαβεῖν ἑτέρους. | τοὺς δὲ νῦν πρῶτον ἀρξομένους· 'ἀρχὴ δέ τοι ἥμισυ παντός. καὶ τοῖς ἡττημένοις πρότερον καλὸν ἀναμάχεσθαι, ἵνα μὴ καὶ ψυχῇ καὶ σώματι, ἀλλὰ τύχῃ μᾶλλον δοκῶσιν τῇ ἥττῃ κεχρῆσθαι. εἶτα συμπροτρέψεις τοὺς μὲν κατὰ τὸ αἰσχρόν, τοὺς δὲ κατὰ τὸ καλόν, ὅτι τοῖς μὲν πολλοὺς ἔχουσι καὶ προνενικηκόσιν αἰσχρὸν τὸ ἡττηθῆναι τῶν μήπω νενικηκότων, τοῖς δὲ ἄλλοις ἔντιμον καὶ οὐδὲ ὑπερβολὴν εἰς δόξης λόγον ἔχον 〈τὸ〉 τοὺς νενικηκότας κρατῆσαι καὶ δι’ ἑνὸς στεφάνου προσλαβεῖν τὴν τούτων δόξαν. εἶτα πειραφραίνει,
σόμεθα ἀναιρεῖν, δι’ ἃ ἐπὶ τὸ διαφθείρεσθαί τινες τρέπονται, τῷ αἰσχρῷ καὶ ἀδόξῳ, ὅτι αἰσχρὸν χρημάτων προἕσθαι τὴν νίκην, κατὰ ἀμφότερα τὰ πρόσωπα τὸ αἰσχρὸν προσάπτοντες, καὶ κατὰ τὸ τῶν διδόντων καὶ κατὰ 〈τὸ〉 τῶν λαμβανόντων, ὅτι οἳ μὲν χρήματα ἀντὶ δόξης ἀνταλλάσσονται· ἐν ᾧ οἷα μὲν τὰ χρήματα, οἵα δὲ ἡ δόξα· τὰ μὲν πρόσκαιρα, ἣ δὲ | ἀθάνατος· καὶ τὰ μὲν τύχη καὶ χρόνος καὶ πόλεμος ἀφεῖλεν, ἣ δὲ ἀναφαίρετος ὑπὸ τούτων· καὶ τὰ μὲν ζῶντας εὐφραίνει, ἣ δὲ μετὰ τὴν τελευτὴν ζηλωτοὺς ἀποφαίνει· καὶ τὰ μὲν καὶ ἀπὸ κακίας περιγίνεται, ἣ δὲ ἀπὸ ἀρετῆς καὶ ἀνδραγαθίας. ἔπειτα καὶ οἱ δόντες τῷ μὲν δοκεῖν νενικήκασιν, τῇ δ’ ἀληθείᾳ ἐώνηνται τὴν νίκην· καὶ ὅτι οὐ δόξαν κτῶνται, ἀλλ’ αἰσχύνην, τὸ γὰρ μὴ μετὰ ἀληθείας κρατῆσαι πρὸς αἰσχύνην μᾶλλον τῷ κρατήσαντι ἢ δόξαν· καὶ ὅτι εἰ καὶ λανθάνοιεν τοὺς ἄλλους, ἀλλ’ ἑαυτοῖς συνίσασιν, καὶ παρὰ τοῖς ἄλλοις μὲν δοκοῦσι κρατεῖν, παρὰ δὲ ἑαυτοῖς ἥττηνται· καὶ ὅτι οὐδὲ ἡδονὴ ἐπὶ τῆς τοιαύτης νίκης· καὶ ὅτι ὁ τῆς αἰσχύνης ἔλεγχος ἀεὶ συμπάρεστιν αὐτοῖς τῆς ἐπονειδίστου νίκης. καὶ ὅτι χείρους τῶν προδοτῶν· ἐκεῖνοι μὲν γὰρ τοὺς ἄλλους πωλοῦσιν, οὗτοι δὲ καὶ ἑαυτούς· καὶ ὅμοιοι τοῖς πόρνοις εἰσὶν ἐπὶ τοῖς σώμασιν τοῖς ἑαυτῶν λαμβάνοντες· κἀκεῖνοι μὲν ἴσως καὶ δι’ ἡλικίαν ἐξαπατηθέντες, οὗτοι δὲ δι’ αἰσχροκέρδειαν ἑαυτοὺς ἐκδόντες. | εἶτα ὅτι οὐδὲ λανθάνουσιν· ῥᾳδίως γὰρ ὁρῶνται καὶ ἐκ τῶν σωμάτων καὶ ἐκ τῶν γυμνασιῶν καὶ ἐκ τῶν προγεγενημένων ἀγώνων. ἐν ᾧ· τίνα τὰ ἐπὶ τούτοις; μάστιγες, ὕβρεις, αἰκίαι σωμάτων, ἃ δούλων καὶ οὐκ ἐλευθέρων·. τὸ παρὰ τοῖς θεαταῖς βλασφημεῖσθαι ἀντὶ τοῦ ἐπαινεῖσθαι κροτεῖσθαι στεφανοῦσθαι· ἐνίοτε δὲ [καὶ] ζημία καὶ τὸ ἐκβάλλεσθαι καὶ ἐκ τῶν σταδίων καὶ ἀγώνων, μέγιστον δὲ ἐπ’ ἐλευθερίᾳ φρονοῦντας εἰς τὰς τῶν δούλων τιμωρίας περιορᾶν αὑτοὺς ἐμπίπτοντας. καὶ ἂν μὲν δοῦλον αἰσθάνωνταί τινα τῶν ἀγωνιζομένων εἶναι, κατηγορεῖν αὐτοῦ καὶ ὡς ἀνάξιον τοῦ ἀγῶνος ἐκκρίνειν· αὐτοὺς δὲ τὰς παρὰ τῶν ἀθλοθετῶν ψήφους τῆς ἐλευθερίας λαμβάνοντας τὴν τῆς δουλείας καθ’ ἑαυτῶν φέρειν.Ἐν δὲ τούτῳ τῷ τόπῳ γενομένους ἀναγκαῖον | καὶ τῶν ἀρχαίων μνημονεύειν καὶ παραδείγματα φέρειν, ὅσοι ἔνδοξοι· οἳ μὲν ὅτι ἀήττητοι, οἳ δὲ ὅτι πλείστας νίκας ἤραντο, οἳ δὲ ὅτι εἰ καὶ ὀλίγας, ἀλλὰ τὰς ἐνδοξοτάτας, καὶ ὅτι πάσας προῖκα, καὶ ὅτι ἀπὸ σωφροσύνης, ἀπὸ ἐγκρατείας, ἀπὸ τῆς ἀσκήσεως τοιοῦτοι ἐγένοντο· καὶ ὅ τι αὐτοῖς τοιοῦτον συνέβη· ὅτι πολλοὶ καὶ ἰσόθεοι ἐνομίσθησαν, οἳ δὲ καὶ ὡς θεοὶ τιμῶνται τῶν πάλαι.
Ἀγῶνας ἐσχηματισμένους παντάπασιν οὔ φασιν εἶναι τινές, ἀλλὰ μέρη μὲν ἀγώνων ἐσχηματίσθαι συνομολογοῦσιν, τὸ δὲ ὅλας ὑποθέσεις διὰ τούτου τοῦ τρόπου τῶν λόγων περαίνεσθαι οὐχ οἷόν τε εἶναι φασί (μὴ γὰρ δυνατὸν εἶναι μὴ σαφῶς ἀκούοντας τοὺς ἀκροωμένους συνἱέναι περὶ οὗ ὁ λόγος ἐστίν), οὐδὲ τοὺς παλαιοὺς κεχρῆσθαι τῷ τοιούτῳ εἴδει τῶν λόγων καὶ τῶν ἀγώνων. ἡμεῖς δὲ καὶ ὅσοι τρόποι τῶν ἐσχηματισμένων ἀγώνων, φράσομεν, καὶ τῆς μεταχειρίσεως αὖ τὴν μέθοδον δηλώσομεν, αὐτοὺς τοὺς παλαιούς οὓς οὔ φασί τινες κεχρῆσθαι τῷ τρόπῳ τῶν λόγων, μαρτυρόμενοι.
Ἐστι γὰρ τῶν καλουμένων σχημάτων εἴδη γ̄· τὸ μέν ἐστι σχῆμα λέγον μὲν ἃ βούλεται, δεόμενον δὲ εὐπρεπείας ἢ δι’ ἀξίωσιν τῶν προσώπων, πρὸς οὓς ὁ λόγος, ἢ δι’ ἀσφάλειαν πρὸς τοὺς ἀκούοντας. καὶ τούτῳ μὲν τῷ εἴδει οὐκ ἀντιλέγουσιν οἱ ῥητορικοί, ἀλλὰ καλοῦσιν αὐτὸ χρῶμα. τοὺς γὰρ εὐπροσώπους λόγους, οὐκ οἶδα ὁπόθεν ὁρμηθέντες, οὕτως ὀνομάζουσιν, ὅταν ἢ πρὸς πατρίδα τις διαλέγηται ἢ πρὸς
ἀριστέα ἢ πρὸς | στρατηγὸν ἢ πρὸς ἀρχήν τινα ἢ πρὸς ὅλην πόλιν. τὸ δέ τι σχῆμά ἐστι πλαγίως ἕτερα μὲν λέγον, ἕτερα δὲ ἐργαζόμενον ἐν λόγοις. τρίτον σχῆμά ἐστι τὸ οἷς λέγει τὰ ἐναντία πραχθῆναι πραγματευόμενον.Τοῦ μὲν οὖν καλουμένου ὑπὸ τῶν πολλῶν χρώματος οὔτε ἀποκεκρυμμένη οὔτε χαλεπὴ 〈ἡ〉 μέθοδος. ἐπιείκεια γὰρ προστεθεῖσα τοῖς λόγοις καὶ τὸ ὑποστέλλεσθαι τῇ παρρησίᾳ, αὐτό 〈τε〉 τοῦτο τὸ αἰδεῖσθαι προσποιεῖσθαι καὶ τὸ ὁμολογεῖν μὴ βούλεσθαι τολμηρῶς μηδὲ ἀποκεκαλυμμένως λέγειν ἡ μέθοδός ἐστι τῶν τοιούτων λόγων. μεγίστη δὲ καὶ βαθυτάτη ἐν τούτοις τοῖς λόγοις μέθοδος, τὸ ἑτέρας αἰτίας ὑπο βαλέσθαι εὐσχήμονας πρὸ τῶν λυπούντων λόγων. Οἱ δὲ ἕτερα μὲν λέγοντες, ἕτερα δὲ βουλόμενοι τίνι μεἀκροωμένοις· ἃ δὲ βούλονται πεῖσαι, τοῖς προταθεῖσι συγκατασκευάζουσι. καὶ τρόπον τινὰ διπλοῦν ἀγῶνα ἀγωνίζονται· τῷ μὲν γὰρ λόγῳ | τὸ κοινὸν προτείνουσιν, τέχνῃ δὲ οὗ τὴν χρείαν ἔχουσιν. Ὁ δὲ οἷς λέγει τὰ ἐναντία βουλόμενος λόγος, ἀκοῦσαι οὑτωσί, ἄτοπόν τινα τὴν μέθοδον ἔχειν δόξει· δεῖ γὰρ εἰς ἐναντιώσεις ὑποπίπτοντα φαίνεσθαι τοῖς ἀκούουσιν· καὶ ἐν τούτῳ τῷ εἴδει τὸ καινότατον δὴ φαίνεται τέχνη ῥήτορος οὖσα τὸ ἐναντία λέγειν. τίς ὁ λόγος;
βραχὺς καὶ σαφής. ὥςπερ γὰρ ἐν τοῖς ἁπλοῖς τῶν ἀγώνων φέλειαν ἔχει τὸ μὴ δοκεῖν ἐναντία λέγειν, οὕτως ἐνταῦθα κέρδος αἱ ἐναντιώσεις ἔχουσιν, τὸ δὲ μὴ ἐναντία λέγειν ζημίαν. καὶ πάνυ δικαίως· εἰ γὰρ οἷς λέγει τις τὰ ἐναντία βούλεται, ἂν 〈ἃ〉 λέγῃ πείσῃ, τὰ ἐναντία πράξει· ἂν δὲ ἃ βούληται κατεργάζηται, τὰ ἐναντία οἷς λέγει πείθειν δόξει. μέθοδος δὲ τούτων τίς; ὥςπερ ἐν τοῖς ἁπλοῖς ἀγῶσι * * * , 〈οὕτως ἐν τοῖς τοιούτοις ἀγῶσι〉 τὰς προτάσεις τὰς οἰκείας ἀσθενεῖς εἶναι δεῖ, τὰς δὲ τοῦ ἀντιδίκου | ἰσχυράς, καὶ τὰ μὲν παρ’ αὑτοῦ εὐδιάλυτα προβάλλεσθαι, τὰ δὲ παρὰ τοῦ ἐναντιουμένου δυσκαταγώνιστα· αὕτη μία μέθοδος. δευτέρα δέ· ὥςπερ ἐν τοῖς ἁπλοῖς ἀγῶσιν οὐ χρὴ στρεφόμενα λέγειν οὐδ’ οἷς ἂν καὶ ὁ ἀντίδικος χρήσαιτο, οὕτως ἐν τοῖς τοιούτοις τῶν ἀγώνων τοιαῦτα λέγειν δεῖ, οἷς καὶ ὁ ἀντιλέγων χρήσεται. οἱ μὲν οὖν κυριώτατοι τρόποι τῶν ἐσχηματισμένων λόγων οὗτοι.Ἤρτηνται δὲ τούτων τῶν τρόπων κἀκεῖνα· τὸ τὰ αὐτὰ δοκοῦντα λέγειν ἑτέρῳ προειπόντι ἑτέραν ὑπόθεσιν διοικεῖσθαι· τὸ ἐναντιοῦσθαι δοκοῦντα τῷ λόγῳ βοηθεῖν τῷ ἔργῳ, προκατασκευάσαντος τοῦ σχήματος τὴν χρείαν· τὸ 〈ὡς ἐροῦντα〉 ἐν ἄλλῳ λόγῳ ὑπερβαλέσθαι τὴν ὑπὲρ αὐτοῦ παρρησίαν εἰς ἕτερον καιρόν.
Τούτων δὴ καὶ τὰ παραδείγματα λαβεῖν ἐκ τῶν βυβλίων. ληψόμεθα δὲ παρὰ Δημοσθένους, Θουκυδίδου, Ξενοφῶντος, Πλάτωνος, | Εὐριπίδου, τῆς κωμῳδίας, Ὁμήρου· ἀπὸ πασῶν ἰδεῶν τῆς ῥητορικῆς, συμβουλευτικῆς δικανικῆς πανηγυρικῆς.Μεμνῆσθαι χρή, ὅτι τῇ μεθόδῳ [καὶ περὶ τῶν σχημάτων τῶν ἐναντία βουλομένων οἷς λέγουσιν ἀγωνιζόμενοι], ἐάν τις πορεύηται, ὡς ἔφαμεν, δι’ ἐναντιώσεων, μέγας κίνδυνος πρόσεστι τῷ μὴ φωραθῆναι ὑπὸ τῶν ἀκροωμένων, ὅτι τεχνάζει, τῆς ἐναντιώσεως εἰς δόξαν ἐμπεσεῖν· εἰ γὰρ μὴ ἐλεγχθείη ἡ τέχνη, συμβήσεται φιλονεικοῦντας, ἃ προσποιεῖται λέγειν, συγχωρεῖν τῷ ῥήτορι, οὐχ ἃ βούλεται ταῦτα ψηφίζεσθαι. φράσομεν οὖν καὶ ὅπως τις ἂν λάθοι μεταχειριζόμενος τὸν δι’ ἐναντιώσεων λόγον.
Δημοσθένης τοίνυν ὁ ῥήτωρ, ἵνα πρῶτον καὶ τὸ ὄνομα τοῦ σχήματος καὶ τὴν χρείαν δείξωμεν παρ’ αὐτῷ | δεικνύντες, ἐν τῷ περὶ τοῦ στεφάνου διηγούμενος λόγον, ὃν συνεβούλευσεν διαθέσθαι πρὸς Θηβαίους, οὐχ ἁπλοῦν ἀλλά τινα τεχνικόν, ὧδέ πως λέγει καὶ ἐπὶ τῷ λόγῳ τὸ ὄνομα ἐπάγει τῆς τέχνης· ἐπειδὰν
δὲ ἔλθωσιν οἱ πρέσβεις εἰς Θήβας, πῶς χρήσασθαι τῷ πράγματι παραινῶ; τούτ πάνυ μοι προσέχετε τὸν νοῦν. μὴ δεῖσθαι Θηβαίων μηδέν (αἰσχρὸς γὰρ ὁ καιρός), ἀλλ’ ἐπαγγέλλεσθαι βοηθήσειν, ὡς ἐκείνων μὲν ὄντων ἐν τοῖς ἐσχάτοις, ἡμῶν δὲ ἄμεινον ἢ ’κεῖνοι καὶ τὸ μέλλον προορωμένων, ἵν’ ἐὰν μὲν δέξωνται ταῦτα καὶ πεισθῶσιν ἡμῖν, καὶ ἃ βουλόμεθα ὦμεν διῳκημένοι καὶ μετὰ σχήματος ἀξίου τῆς πόλεως ταῦτα πράξωμεν. `Ορᾷς καὶ τὸ ἔργον τῆς διοικήσεως, καὶ τὸ ὄνομα ἐπι|φερόμενον τῷ ἔργῳ, τὸ σχῆμα. ὁ αὐτὸς τοίνυν Δημοσθένης ἐν μὲν τῷ περὶ τῆς πρεσβείας, 〈ἵνα〉 ἀπὸ δικανικοῦ λόγου ἀρξώμεθα, ἄλλα προτείνων ἄλλα κατασκευάζει, δι’ ὅλου τοῦ βυβλίου διοικούμενος διοίκησίν τινα τοιαύτην· κεφάλαια ἔστιν ἅ περ ἀσθενῆ ὄντα τῷ Δημοσθένει, ἐὰν ἐφ’ αὑτῶν προτείνηται, ἐλέγχεται· ταῦτα ἵνα πιθανὰ ποιήσῃ, ἕτερα μὲν προτείνει, λαβὼν δὲ τὸν ἀκροατὴν προσέχοντα τοῖς προταθεῖσι συμπλέκει τὰς πίστεις τῶν ἀσθενῶν τοῖς προτεινομένοις. οἷον, ἵνα ὁ λόγος ἔχῃ παράδειγμα, ἔροιτ’ ἂν εἰκότως ὁ Αἰσχίνης τὸν Δημοσθένην· Διὰ τί τῆς προτέρας πρεσβείας οὐ κατηγορεῖς; καί τοι τὰ πεπραγμένα πάντα ἐν τῇ προτέρᾳ πέπρακται (ὅ φησιν ὁ Αἰσχίνης ἐν τῇ ἀπολογίᾳ), ἡ δὲ δευτέρα ἀπαίτησιν ὅρκων εἶχεν μόνην. ἡ μὲν οὖν ἀληθὴς αἰτία τοῦ μὴ κατηγορεῖν ἐκείνη· ἐπῄνεσεν ὁ Δημοσθένης τὰ ἐν τῇ προτέρᾳ πρεσβείᾳ πάντα πεπραγμένα, καὶ ψηφίσματα ἔγραψεν, καλέσαι ἐπὶ δεῖπνον εἰς τὸ πρυτανεῖον τοὺς πρέσβεις. | αὕτη μὲν οὖν ἡ ἀληθὴς αἰτία ἐστὶ τοῦ μὴ ἐγκαλεῖν τῇ προτέρᾳ πρεσβείᾳ. ἀλλὰ μὴν αἰτίαν ἱκανὴν οὐδεμίαν ἔχει κατὰ τῆς ὑστέρας πρεσβείας· δεῖ οὖν αὐτὸν ἐφάπτεσθαι καὶ τῆς προτέρας. κατηγορῶν οὖν ἅμα τῆς προτέρας πρεσβείας οὐ κατηγορεῖ. δεῖ δὲ αὐτῷ προφάσεως. τίς οὖν ἡ πρόφασις; φησὶν ἠγνοηκέναι τὸν Αἰσχίνην πεπρακότα αὑτὸν ἐν τῇ προτέρᾳ πρεσβείᾳ. τοῦτο οὑτωσὶ μὲν πρὸς ἐρώτησιν τὴν παρ’ Αἰσχίνου ἐν παραιτήσεως σχήματι λεγόμενον ἀσθενὲς καὶ γελοῖον ἐστίν. ἄλλο δὲ οὐδὲν ἔχων εἰπεῖν ὁ Δημοσθένης, ὅπερ ἔφαμεν, ἑτέρου προφάσει τοῦτο συγκατασκευάζει. φησὶ γὰρ ἀποδείξειν τὸν Αἰσχίνην αὐτὸν ὑφ’ αὑτοῦ ἐλεγχόμενον, ὅτι δῶρα εἴληφεν, καὶ διέξεισι λόγους οὓς εἶπε πρότερον κατὰ Φιλίππου· εἶτα φησὶν αὐτὸν πρότερον κατὰ Φιλίππου πολιτευσάμενον ὕστερον μεταβεβλῆ|σθαι, οὐκ ἂν μεταβαλόντα, εἰ μὴ δώροις πεισθεὶς τοῦτο ἐποίει. ταύτην τὴν ἀπόδειξιν ὑποθεὶς συγκατασκευάζει τὸ ὅτι εἰκότως ἔλαθέν με δῶρα λαβὼν ἐπὶ τῆς προτέρας πρεσβείας· ᾤμην γὰρ αὐτὸν χρηστὸν εἶναι, τῷ πρότερον κατὰ Φιλίππου πολιτεύεσθαι. αὕτη μὲν ἡ συμπλοκὴ τοῦ ἕτερα συγκατασκευάζειν ἕτερα προτείνοντα.Ποιεῖ δὲ αὐτὸ πῶς; ἀκούσωμεν τῆς λέξεως τοῦ ῥήτορος· φησὶ γὰρ ὧδε· Βούλομαι δὲ πρὸ πάντων, ὧν μέλλω λέγειν, μνημονεύοντας ὑμῶν οἶδ’ ὅτι τοὺς πολλοὺς ὑπομνῆσαι, τίνα τάξιν αὑτὸν ἔταξεν Αἰσχίνης ἐν τῇ πολιτείᾳ τὸ πρῶτον, καὶ τίνας λόγους κατὰ τοῦ Φιλίππου δημηγορεῖν ᾤετο δεῖν· ἵν’ εἰδῆτε, ὅτι τοῖς ὑφ’ ἑαυτοῦ πεπραγμένοις καὶ δεδημηγορημένοις ἐν ἀρχῇ μά|λιστα ἐξελεγχθήσεται δῶρα ἔχων. ἔστι τοίνυν ὁ πρῶτος Ἀθηναίων αἰσθόμενος Φίλιππον, ὡς τότε δημηγορῶν ἔφη, ἐπιβουλεύοντα τοῖς Ἕλλησιν καὶ διαφθείροντά τινας τῶν ἐν Ἀρκαδίᾳ προεστηκότων· καὶ ἔχων Ἴσχανδρον τὸν Νεοπτολέμου δευτεραγωνιστήν, προσιὼν μὲν τῇ βουλῇ, προσιὼν δὲ τῷ δήμῳ περὶ τούτων, καὶ πείσας ὑμᾶς πανταχοῦ πρέσβεις πέμψαι τοὺς συνάξοντας δεῦρο τοὺς βουλευσομένους περὶ τοῦ πρὸς Φίλιππον πολέμου· καὶ ἀπαγγέλλων μετὰ ταῦτα ἥκων ἐξ Ἀρκαδίας τοὺς καλοὺς ἐκείνους καὶ μακροὺς λόγους, 〈οὓς〉 ἐν τοῖς μυρίοις ἐν τῇ Μεγάλῃ πόλει πρὸς Ἱερώνυμον τὸν ὑπὲρ Φιλίππου λέγοντα ὑπὲρ ὑμῶν ἔφη δεδημηγορηκέναι· καὶ διεξιών, ἡλίκα τὴν Ἑλλάδα πᾶσαν, οὐχὶ τὰς ἰδίας ἀδικοῦσι μόνον πατρίδας οἱ δωροδοκοῦντες καὶ χρήματα λαμβάνοντες παρὰ Φιλίππου. ἐπειδὴ τοίνυν ταῦτα πολιτευομένου
τούτου τότε καὶ τοῦτο τὸ δεῖγμα ἐξενηνοχότος περὶ αὑτοῦ τοὺς περὶ τῆς εἰρήνης πρέσβεις πέμπειν ὡς Φίλιππον ἐπεί|σθητε ὑπὸ Ἀριστοδήμου καὶ Nεοπτολέμου καὶ τῶν ἄλλων τῶν ἐκεῖθεν ἀπαγγελλόντων οὐδ’ ὅ τι οὖν ὑγιές, γίνεται τῶν πρέσβεων τούτων εἷς καὶ οὗτος, οὐχ ὡς τῶν ἀποδωσομένων τὰ ὑμέτερα οὐδ’ ὡς τῶν πεπιστευκότων τῷ Φιλίππῳ, ἀλλ’ ὡς τῶν φυλαξόντων τοὺς ἄλλους. διὰ γὰρ τοὺς προειρημένους λόγους καὶ τὴν πρὸς Φίλιππον ἀπέχθειαν ταύτην εἰκότως περὶ αὐτοῦ πάντες εἴχετε τὴν δόξαν. αὕτη μὲν ἡ μέθοδος τοῦ συγκατασκευάσαι· ἤδη γὰρ τὸν δῆμον συνεπεσπάσατο ὡς συνεξηπατημένον ἑαυτῷ ὁ Δημοσθένης. εἶτ’ ἐπήγαγεν τῆς τέχνης τὸ δεινόν· προσελθὼν τοίνυν ἐμοὶ μετὰ ταῦτα συνετάττετο κοινῇ πρεσβεύειν, καὶ ὅπως τὸν μιαρὸν καὶ λίαν ἀναιδῆ φυλάξομεν ἀμφότεροι τὸν Φιλοκράτην, πολλὰ παρεκελεύσατο. καὶ μέχρι τοῦ δεῦρο ἐπανελθεῖν ἀπὸ τῆς πρώτης πρεσβείας ἐμὲ γοῦν, ὦ ἄνδρες Ἀθηναῖοι, διεφθαρμένος καὶ πεπρακὼς αὑτὸν ἐλάνθανεν. ὡς θαυμαστή γε ἡ τέχνη· πάντας αὐτοὺς ἐξηπατημένους ἀπε|δειξεν. ἐπήγαγεν δὲ εὐθὺς τὸ ὁμοίως γὰρ ὑμεῖς ἐξηπάτησθε κἀγώ, διὰ μέσου τὸ περὶ Φιλοκράτους εἰπών· αὐτὸς ἐφ’ αὑτὸν ἤγαγεν τὴν αἰτίαν, ἁπλότητος προσχήματι κλέπτων τὴν πανουργίαν τῆς κατασκευῆς τῷ λέγειν ἐμὲ γοῦν, ὦ ἄνδρες Ἀθηναῖοι, διεφθαρμένος καὶ πεπρακὼς αὑτὸν ἐλάνθανεν, ἀλλὰ μὴ φάναι κἀμέ, ἵνα μὴ δοκῇ τὸ πᾶν ἐπιχείρημα οἰκείας διοικήσεως ἐξειργάσθαι. οὕτω μὲν ἕτερα προτείνων ἕτερα κατασκευάζει ὁ Δημοσθένης· καὶ ἑξῆς τὸ αὐτὸ ποιεῖ ἐν τῷ λόγῳ καὶ πάλιν ἑξῆς καὶ ἄχρι τέλους τοῦ παντὸς ἀγῶνος. τοῦτο μέν σοι δικανικῶν λόγων τὸ παράδειγμα [λόγων ἐσχηματισμένων], ἕτερα προτεινόντων, ἕτερα κατασκευαζόντων.Συμβουλευτικῶν δὲ πάλιν ὁ αὐτὸς Δημοσθένης ἐν τῷ περὶ τῶν συμμοριῶν δι’ ὅλου τὴν τοιαύτην τέχνην ἐξεργάζεται. ἔχει δὲ οὕτως· οἱ μὲν Ἀθηναῖοι ὡρμήκασι μὲν πρὸς βασιλέα τῶν Περσῶν, τοιαῦτα τῶν ῥητό|ρων συμβουλευόντων καὶ ἐπαιρόντων αὐτοὺς ἐκ τοῦ ἐπαινεῖν τοὺς προγόνους καὶ μεμνῆσθαι τῶν πεπραγμένων πρὸς τοὺς βαρβάρους ἔργων, πρὸς δὲ τὸν Φίλιππον τὸν τῶν Μακεδόνων βασιλέα ὀκνοῦσι πολεμεῖν. ὁ δὲ Δημοσθένης αὐτὰ τὰ ἐναντία πρὸς μὲν τὸν βασιλέα πολεμεῖν αὐτοὺς οὐ βούλεται, πρὸς δὲ τὸν Φίλιππον βούλεται. ὁρᾷς δύο ὑποθέσεις ἐναντίας ἀλλήλαις; πῶς οὖν τοῦτο ποιεῖ; διπλῷ γὰρ τῷ σχήματι χρῆται. πρὸς μὲν τὸν βασιλέα οὔ φησι μὴ δεῖν πολεμεῖν, ἀλλὰ μηδέπω πολεμεῖν· εἰ γὰρ ἁπλῶς ἐκέλευε μὴ πολεμεῖν, οὐκ ἂν αὐτῷ προσεῖχον τὸν νοῦν, ὡρμηκότες πρὸς τὸν πόλεμον. ὃ δὲ φησὶ μὲν πολεμεῖν δεῖν, ἐνδιδοὺς αὐτοῖς ὃ βούλονται· πρότερον δὲ ἀξιοῖ παρασκευάζεσθαι, ἵνα ἀσφαλέστερος καὶ δικαιότερος
ὁ πόλεμος γένοιτο, τέχνῃ τοῦτο ποιῶν. οἶδεν γὰρ ὅτι ἡ ἀναβολὴ ἐκλύσει τὴν ὁρμήν. καὶ εὐθύς γε μετὰ τὸ προοίμιον κλέπτων τὸ δοκεῖν συναγορεύειν βασιλεῖ τί φησιν; ἐγὼ νομίζω κοινὸν | ἐχθρὸν ἁπάντων τῶν ὄντων Ἑλλήνων εἶναι βασιλέα· οὐ μὴν διὰ ταῦτα παραινέσαιμ’ ἂν μόνοις τῶν ἄλλων ὑμῖν πόλεμον πρὸς αὐτὸν αἴρεσθαι. οὕτω μὲν ἐπέχει τὴν ὁρμήν, 〈τῇ〉 αὐτῇ τέχνῃ Θουκυδίδῃ χρώμενος. καὶ γὰρ παρὰ τῷ Θουκυδίδῃ Ἀρχίδαμος, ὅν φησιν ὁ Θουκυδίδης συνετὸν εἶναι καὶ σώφρονα, ἐπειδὴ ἑώρα τοὺς Λακεδαιμονίους καὶ τοὺς Πελοποννησίους ὡρμημένους πρὸς τὸ πολεμεῖν τοῖς Ἀθηναίοις, οὐχὶ μὴ πολεμεῖν κελεύει (ᾔδει γὰρ οὐ πεισομένους), ἀλλὰ μηδέπω τοῦτο ποιεῖν, ἀλλὰ πρότερον παρασκευάζεσθαι. οὕτω μὲν γάρ, ὅ περ ἔφαμεν, ἐμποδίζει τὴν ὁρμὴν αὐτῶν ὁ Δημοσθένης ὁμοίως τῷ Θουκυδίδῃ. διδάσκει δὲ προελθὼν τοῦ λόγου τὸν τρόπον * * * ἧς παρασκευασθείσης εὐτρεπὴς γίνεται κατὰ Φιλίππου. καὶ οὕτως ἑκάτερος ὁ λόγος τεχνικῶς περαίνεται τῷ Δημοσθένει, τῷ βασιλεῖ μὲν μηδέπω πολεμεῖν, τῇ δὲ ἐπὶ βασιλέα παρασκευῇ ἔχειν χρῆσθαι κατὰ Φιλίππου. οὕτω μὲν δι’ ὅλου τοῦ λόγου τοῦ συμβουλευτικοῦ ἕτερα προτείνεται καὶ ἕτερα κατασκευάζεται, καὶ ὑπόθεσις ὑποθέσει συμπλέκονται. ἔχεις δύο . ταῦτα παραδείγματα ἀγώνων ἑτέρων προτεινομένων, ἑτέρων συγκατασκευαζομένων, τὸ μὲν δικανικοῦ εἴδους, τὸ δὲ συμβουλευτικοῦ.Ἐπεὶ μέντοι συμβουλευτικῶν καὶ δικανικῶν ἐμνήσθημεν, λάβε καὶ παρὰ Πλάτωνος παραδείγματα ἀγώνων πλειόνων συμπεπλεγμένων καὶ τρόπον τινὰ πάντων 〈τῶν〉 μερῶν τῆς ῥητορικῆς συναγομένων. ἡ Σωκράτους Ἀπολογία τὴν μὲν πρότασιν ἔχει, ὡς τὸ ἐπίγραμμα δηλοῖ, ἀπολογίαν, ἔστι δὲ καὶ Ἀθηναίων κατηγορία, εἰ τοιοῦτον ἄνδρα εἰς δίκην ὑπήγαγον. καὶ κέκρυπται τὸ πικρὸν τῆς κατηγορίας τῷ ἐπιεικεῖ τῆς ἀπολογίας· ἃ γὰρ ὑπὲρ αὑτοῦ ἀπολογεῖται, Ἀθηναίων κα|τηγορεῖ. δύο μὲν αὗται συμπλοκαί. τρίτη δέ· ὁ λόγος ἐστὶ Σωκράτους ἐγκώμιον, καὶ τὸ ἐπαχθὲς τοῦ λόγου ἐπεσκίασται τῷ ἀναγκαίῳ τῆς ἀπολογίας· τρίτη αὕτη συμπλοκή. καὶ γεγόνασι δύο μὲν δικανικαὶ ὑποθέσεις συνημμέναι, ἡ ἀπολογία καὶ ἡ κατηγορία· μία δὲ ἐγκωμιαστική, ὁ ἔπαινος ὁ Σωκράτους. τετάρτη συμπλοκή, ἥ περ μεγίστη ὑπόθεσις τῷ Πλάτωνι, ἔχουσα συμβουλευτικῆς ἰδέας δύναμιν, φιλόσοφον δὲ τὴν θεωρίαν· ἔστι γὰρ τὸ βυβλίον παράγγελμα, ὁποῖον εἶναι δεῖ τὸν φιλόσοφον. τοῦτο, ὡς μὲν ἐν ῥητορικῇ, συμβουλευτικὴ ἰδέα· ὡς δ’ ἐν φιλοσοφίᾳ, δόγμα παραδιδόμενον· τοιοῦτον γὰρ εἶναι τὸν φιλόσοφον, ὁποῖος ἐν τῇ Ἀπολογίᾳ φαίνεται Σωκράτης. ταύτην τὴν
κρᾶσιν τῶν τεττάρων ὑποθέσεων ζηλώσας ὁ Δημοσθένης ἐν τῷ περὶ τοῦ στεφάνου τὴν μίμησιν ἐξήνεγκεν· καὶ γὰρ ἀπολογίαν ἔχει ὑπὲρ ὧν κατηγορεῖται, καὶ κατηγορίαν ἐλέγχοντος τοὺς ἠδικηκότας καὶ τῶν κακῶν αἰτίους, καὶ φανερῶς ἐγκώ|μιον δεικνύντος ἐφ’ οἷς ἄξιός ἐστι τοῦ στεφάνου, καὶ τὸ δόγμα ὡς ἐν λόγῳ δικανικῷ καὶ πολιτικῷ, ὁποῖον εἶναι 〈δεῖ〉 τὸν πολιτικὸν ἄνδρα καὶ σύμβουλον ἀγαθόν. λέγει γοῦν αὐτὸς ἐν τῷ λόγῳ σαφῶς· ταῦτα καὶ τοιαῦτα πράττειν, Αἰσχίνη, τὸν καλὸν κἀγαθὸν πολίτην δεῖ.Ταῦτα μὲν δή σοι παρὰ Δημοσθένους καὶ Πλάτωνος. ἀλλὰ καὶ Θουκυδίδης δύο ὑποθέσεις συμπλέκει ἐν τῷ ἐπιγραφομένῳ Ἐπιταφίῳ· τῆς μὲν γὰρ ἐγκωμιαστικῆς ἰδέας ἐστὶν ὁ ἐπιτάφιος, συμπλέκεται δὲ ἰδέα συμβουλευτική. οὐ γὰρ μᾶλλον ἐπαινεῖ τοὺς τεθνεῶτας ἢ τοὺς ζῶντας ἐπὶ τὸν πόλεμον παρακαλεῖ. τοῦτο μέντοι ἀναγκαίως ποιεῖ· ὁ γὰρ λέγων ἐστὶ τὸν ἐπιτάφιον Περικλῆς, ἀνὴρ τοῦ πολέμου αἴτιος. ἔτι μέντοι τριῶν ὄντων κεφαλαίων τοῦ ἐπιταφίου, ἐπαίνου θρήνου παραμυθίας, τὸ ἓν τῶν κεφαλαίων ὑπερβαίνει, τὸν θρῆνον· οὐ γὰρ συνέφερεν τῷ συμβουλευτικῷ οὐδὲ τῇ προτροπῇ τὸ θρηνεῖν, ὥς φησιν αὐτὸς ὁ Θουκυδίδης λέγων ὧδε· διό περ καὶ τοὺς τῶνδε νῦν τοκέας, ὅσοι πάρεστε, | οὐκ ὀλοφύρομαι μᾶλλον ἢ
παραμυθήσομαι. ποιεῖ δὲ τοῦτο ἀναγκαίως, ἐπειδὴ ἀρχομένου τοῦ πολέμου τὸν λόγον ποιεῖται· ὡς εἰ ἐθρήνησεν τοὺς πρώτους ἀποθανόντας, ἀθύμους ἂν ἐποίησεν τοὺς μέλλοντας πολεμεῖν. αὕτη μὲν δὴ τῆς διπλῆς ὑποθέσεως ἡ χρεία. πῶς δὲ ἔμιξεν τὰς κατασκευάς, καὶ πῶς μίξας αὐτὸς ὁμολογεῖ, φέρε θεασώμεθα. ἡ γὰρ κρᾶσις ἐστὶν ἡ τέχνη τοῦ σχήματος ἐν τοῖς λόγοις. κεφάλαιόν ἐστι τοῦ ἐγκωμίου ὁ τοῦ γένους λόγος· οἱ οὖν προτρέποντες εἰς τοὺς πολέμους τὰ τῶν προγόνων ἔργα διεξιόντες παρορμῶσι τοὺς ἀκούοντας· οὕτως συνετέλεσεν ὁ ἔπαινος τοῦ γένους εἰς τὴν συμβουλήν. πάλιν αὖ κεφάλαιόν ἐστιν ἐν τοῖς ἐγκωμίοις ἡ παραβολή, τὸ παρεξετάζειν τοὺς ἐπαινουμένους ἑτέροις τοῖς εὐδοκιμοῦσιν. ἀλλὰ μὴν ἐν τοῖς συμβουλευτικοῖς λόγοις, ὅτι ῥᾴδιος ὁ πόλεμός ἐστιν, ἐκ τοῦ παραβαλεῖν τὰ τῶν οἰκείων τοῖς τῶν ἐναντίων ἀποδείκνυται. χρώμενος οὖν τῷ τῆς | παραβολῆς λόγῳ καὶ τὸ ἐγκώμιον ὁμοῦ καὶ τὴν συμβουλὴν περαίνει. τοῦτο γὰρ ὑπέστη μὲν ἀποδείξειν ἀρχόμενος μὲν τοῦ λόγου ὑπισχνούμενος, ἐπὶ τέλει δὲ βεβαιούμενος, ὅπου καὶ ἐναλλάττει τὴν τάξιν τῶν κεφαλαίων καὶ δείκνυσιν, ὅτι πρεσβύτερον ἦν τῷ ῥήτορι τὸ τῆς συμβουλῆς τοῦ ἐγκωμιαστικοῦ λόγου. λέγει γὰρ ὧδε· ἀπὸ οἵας τε ἐπιτηδεύσεως ἦλθον ἐπ’ αὐτά, καὶ τρόπων ἐξ ὧν μεγάλα ἐγένετο, ταῦτα δηλώσας πρῶτον εἶμι καὶ ἐπὶ τὸν τῶνδε ἔπαινον, νομίζων ἐπί τε τῷ παρόντι οὐκ ἂν ἀπρεπῆ λεχθῆναι [δεῖν] αὐτά, καὶ τὸν πάντα ὅμιλον καὶ ἀστῶν καὶ ξένων σύμφορον εἶναι ἐπακοῦσαι αὐτῶν. ταῦτα μὲν ἐπ’ ἀρχῇ· προἰόντος δὲ τοῦ λόγου ἀποδείξας καὶ κεράσας ἐπάγει λέγων· καὶ [εἰ] ἐμήκυνα τὰ περὶ τῆς πόλεως, διδασκαλίαν τε ποιούμενος μὴ περὶ ἴσου ἡμῖν εἶναι τὸν | ἀγῶνα καὶ οἷς τῶνδε μηδὲν ὑπάρχει, καὶ τὴν εὐλογίαν ἃμα ἐφ’ οἷς νῦν λέγω φανερὰν σημείοις καθιστάς. τὸ γὰρ ἐπί τε τῷ παρόντι οὐκ ἂν ἀπρεπῆ λεχθῆναι αὐτά τῆς ἐγκωμιαστικῆς ἰδέας ἐστί· τὸ γὰρ * * κεφάλαιον ἐγκωμίου. τὸ δὲ καὶ τὸν πάντα ὅμιλον καὶ ἀστῶν καὶ ξένων σύμφορον εἶναι ἐπακοῦσαι αὐτῶν τῆς συμβουλευτικῆς ἰδέας ἐστίν· κυριώτατον γὰρ ἐν συμβουλῇ κεφάλαιον τὸ συμφέρον. καὶ διδασκαλίαν ποιούμενος μὴ περὶ σου ἡμῖν εἶναι τὸν ἀγῶνα καὶ οἷς τῶνδε μηδὲν ὑπάρχει τῆς συμβουλῆς ἀπόδειξιν ἔχει. τὸ δὲ τὴν εὐλογίαν ἅμα ἐφ’ οἷς νῦν λέγω φανερὰν σημείοις καθιστάς τοῦ ἐγκωμίου δείκνυσι τὴν ἰσχυν· τὴν δὲ κρᾶσιν αὐτῶν το ἃμα δηλοϊ. ταῦτά σοι καὶ παρὰ Θουκυδίδου.Ἀλλὰ καὶ ὐριπίδης ὁ ποιητὴς ἐν ὅλῳ δράματι λόγον ἐσχηματισμένον περαίνει, ἐν τῇ Μελανίππῃ τῇ
σοφῇ. κἀκεῖ δὲ τὸ σχῆμα διπλοῦν, τὸ μὲν αὐτοῦ τοῦ ποιητοῦ, τὸ δὲ τοῦ ὑποκειμένου προσώπου τῆς Μελανίππης. | συγγέγονεν Ἀναξαγόρᾳ ὁ Εὐριπίδης· δόγμα δὲ ἦν Ἀναξαγόρου τὸ ὁμοῦ πάντα χρήματα. μετὰ ταῦτα συγγενόμενος Σωκράτει καὶ κρείττονος λόγου μετασχών, ἀξιώσας, ὡς ἐμοὶ δοκεῖ, καὶ τὸν Ἀναξαγόρου λόγον μνήμης ἐν τοῖς δράμασιν, ἐξήγαγεν αὐτὸ τὸ δόγμα ἐν τῇ Μελανίππῃ τῇ σοφῇ. ἡ γοῦν ἀρχὴ τοῦ λόγου αὐτῷ αἰνίττεται τὴν πρὸς τὸν διδάσκαλον εὔνοιαν· φησὶ γὰρ ἡ ΜελανίππηΚαὶ οὐκ ἐμὸς ὁ μῦθος, ἀλλ’ ἐμῆς μητρὸς πάρα.ὁ μὲν Εὐριπίδου σχηματισμὸς οὖτος· ὁ δὲ τῆς Μελανίππης τίς; τὰ παιδία ἐξέθηκε εἰς τὰ τοῦ πατρὸς βουφόρβια· ὁ δὲ πατὴρ οἰόμενος εἶναι τοῦτο τέρας γνώμην ποιεῖται κατακαῦσαι τὰ παιδία· ἣ δὲ σῷσαι βουλομένη τὰ τέκνα, ὅτι μηδέν ἐστι τέρας, φιλοσοφεῖ. καὶ οὕτως | τὴν αὑτῆς χρείαν διοικεῖται ἐν παραινέσεως σχήματι φιλοσοφοῦσα.
Ἡ δέ γε κωμῳδία ὅτι πολιτεύεται ἐν τοῖς δράμασι καὶ φιλοσοφεῖ, ἡ τῶν περὶ. τὸν Κρατῖνον καὶ Ἀριστοφάνην καὶ Εὔπολιν, τί δεῖ καὶ λέγειν; ἡ γάρ τοι κωμῳδία αὐτὴ τὸ γελοῖον προστησαμένη φιλοσοφεῖ. Ξενορῶν δὲ ὁ καλὸς ὡς ἐν τῇ Παιδείᾳ βουλόμενος
τοὺς ἐκ τοῦ δήμου τῶν Περσῶν ὁμοσκεύους ποιῆσαι τοῖς ὁμοτίμοις, καὶ πάλιν βουλόμενος κοινὸν ἀγῶνα ἀρετῆς τοῖς ἄριστα στρατευσομένοις προτιθέναι, τοῖς τε ὁμοτίμοις διαλεγόμενος ἐν Κύρου λόγῳ ὡς αὐτοῖς χαριζόμενος, καὶ τοῖς δημοτικοῖς ὡς ἐκείνων προνοούμενος 〈σχηματίζει〉 ἐν ἑκατέρῳ τῷ λόγῳ, παρίημι λέγειν. ἐν δὲ τῇ Ἀναβάσει ὑποπτεύουσι μὲν οἱ στρατιῶται, ὡς ἐπὶ βασιλέα ὁ στόλος ἐστί, καὶ οὐκ ἔτι ἕπεσθαι Κύρῳ βούλονται· ὁ δὲ Κλέαρχος ἐν τοῖς στρατιώταις δημηγορεῖ ὑπισχνούμενος μὲν ἕψεσθαι τοῖς στρατιώταις πανταχόσε, ἐν δὲ τῷ λόγῳ κατασκευάζων τὸ ἀναγκαῖον εἶναι μένειν, μιμούμενος τὸν Ὁμήρου Φοίνικα. καὶ γὰρ ἐκεῖνος ἐν ταῖς Λιταῖς προτείνεται τὴν ὑπόθεσιν τῶν λόγων τοῦ Ἀχιλλέως, ὡς οὐ δυνατὸν 〈ὂν〉 αὑτῷ μένειν, ἂν ἐκεῖνος ἀπίῃ, ἀλλὰ πάντως ἑψόμενος τῷ Ἀχιλλεῖ. τὰς δὲ αἰτίας λέγων δι’ ἃς οὐκ ἂν ἀπολειφθείη τοῦ Ἀχιλλέως, ὅτι χρὴ μένειν τὸν Ἀχιλλέα κατασκευάζει, τῷ μὲν δοκεῖν δεικνύς, καθ’ ἃς προφάσεις οὐ μενετέον αὑτῷ, ἔργῳ δὲ ἀπαιτῶν τὰς χάριτας, ἅς εἰς τὸν Ἀχιλλέα κατέθετο θρέψας καὶ παιδεύσας, Ἀγαμέμνονι δὲ χάριν φέρων τῷ λόγῳ. καὶ ὅτι ταῦτα διανοούμενος τὸ σχῆμα τῶν λόγων ἐποιήσατο, αὐτὸς Ἀχιλλεὺς ἐπεκδιδάσκει. ὅπερ Ὁμήρῳ ἔθος, καὶ ὅςτις ἄλλος μετεχειρίσατο τὸ εἶδος τοῦτο, παρ’ Ὁμήρου μαθὼν τοῦτο ποιεῖ, τὸ ἐν ταῖς τῶν ἀποκρινομένων ῥήσεσι τῶν προειπόντων τὰς τέχνας διδάσκειν. λέγει τοίνυν ὁ Ἀχιλλεύς |Μή μοι σύγχει θυμὸν ὀδυρόμενος καὶ ἀχεύων, Ἀτρείδῃ ἥρωϊ φέρων χάριν.ὁρᾷς, ὡς τὴν τέχνην ὁ μαθητὴς τοῦ διδασκάλου ἀπεκαάλυψεν δεικνὺς ὅτι συνῆκεν, ὡς πάντα εἰς χάριν Ἀγαμέμνονος λέγεται καὶ ἐπὶ τῷ τὸν θυμὸν μαλάξαι τοῦ Ἀχιλλέως. εἶτα ἐπειδὴ χάριτας αὐτῷ κατελογίσατο ὁ Φοῖνιξ, ἵνα μὴ δοκοίη ἀχάριστος εἶναι, καὶ αὐτὸς πλαγίως ἀπολύεται τὴν αἰτίαν·
ἶσον ἐμοὶ βασίλευε καὶ ἥμισυ μείρεο τιμῆς.
Ταῦτα μὲν 〈τὰ〉 παραδείγματα ἕτερα προτείνοντος τοῦ ῥήτορος. ὑπολείπεται δὲ ἡμῖν ὁ λόγος ὁ περὶ τῶν τὰ ἐναντία λεγόντων οἷς βούλονται· ἐπειδὴ 〈δὲ〉 οὗτος ὁ λόγος τὸ τελεώτατον σχῆμά ἐστιν, πρότερον δείξωμεν παρὰ Ὁμήρῳ καὶ 〈ἃ〉 ἄλλα σχήματα ὑπεθέμεθα. ἦν δὲ τάδε· τὸ δοκεῖν τὰ αὐτὰ λέγοντα ἑτέραν ὑπόθεσιν περαίνειν, καὶ 〈τὸ〉 δοκεῖν ἐναντιούμενον * * * ὡς ἐν ἑτέρῳ λόγῳ | τὰς τῶν ἐσχηματισμένων ἀγώνων κατασκευὰς ποιησόμενον ἀναβολῇ τὸ σχῆμα παραδοῦναι. τούτων
τοίνυν τὰ παραδείγματα τίνα; ἐν τῷ β τῆς Ἰλιάδος, ὅτε κατέχουσιν τὸ Ἑλληνικὸν ὅ τε Ὀδυσσεὺς καὶ Νέστωρ, δοκοῦσιν μὲν ἀμφότεροι εἰς τὴν αὐτὴν ὑπόθεσιν λέγειν οὐ μόνον γε ἀλλὰ καὶ τὰ αὐτὰ λέγειν·ὥςτε γὰρ ἢ παῖδες νεαροὶ χῆραί τε γυναῖκες ἀλλήλοισιν ὀδύρονται οἶκον δὲ νέεσθαι·ταῦτα Ὀδυσσεύς· ὁ δέ γε Νέστωρ
ὣ πόποι, ἦ δὴ παισὶν ἐοικότες ἀγοράασθε νηπιάχοις, οἷς οὔ τι μέλει πολεμήια ἔργα.πάλιν Ὀδυσσεύς
οὐδέ τοι ἐκτελέουσιν ὑπόσχεσιν, ἥν περ ὑπέσταν ἐνθάδ’ ἔτι στείχοντες ἀπ’ Ἄργεος ἱπποβότοιο.εἶτα ὁ Νέστωρ
ἐν πυρὶ δὴ βουλαί τε γενοίατο μήδεά τ’ ἀνδρῶν.καὶ πάλιν Ὀδυσσεὺς τὴν Κάλχαντος μαντείαν λέγει καὶ τὸ τέρας τὸ περὶ τὸν δράκοντα καὶ τὰ τῆς στρουθοῦ τέκνα. ὁ δέ γε Νέστωρ
φημὶ γὰρ οὖν κατανεῦσαι ὑπερμενέα Κρονίωνα,καὶ λέγει τὰ οὐράνια σημεῖα καὶ τὰς δεξιὰς ἀστραπάς. ὅθεν καὶ παρέσχετο τοῖς πολλοῖς ζήτησιν, πότερος ἀμείνων ῥήτωρ ἐν τοῖς λόγοις τούτοις, Ὀδυσσεὺς ἢ Νέστωρ· καὶ μαρτύρονταί γε τὸν Ὅμηρον ἑκάτεροι λέγοντα, ὡς τὸν μὲν Ὀδυσσέα ἐπῄνεσεν τὸ πλῆθος, τὸν δὲ έστορα ὁ Ἀγαμέμνων· οἳ μὲν
μῦθον ἐπαινήσαντες Ὀδυσσῆος θείοιο,ὃ δὲ εἰπών
τοιοῦτοι δέκα μοι συμφράδμονες εἶεν Ἀχαιῶν.καὶ ἄλλην πολλὴν φλυαρίαν περὶ τὴν παραβολὴν τῶν λόγων φλυαροῦσιν. τὸ δὲ ἦν ἄρα τέχνη· τοσοῦτον γὰρ | ἀπέχουσιν τοῦ ταὐτὰ λέγειν, ὥς τε οὐδ’ εἰς τὴν αὐτὴν ὑπόθεσιν λέγουσιν· σόφισμα δὲ τοῦτό ἐστι καὶ πάλαισμα τῶν ἀκουόντων. τί τοῦτο τὸ σόφισμα; ὁ μὲν Ὀδυσσεὺς κατασχεῖν βούλεται τοὺς Ἕλληνας ὡρμημένους ἀπιέναι· ὁ δὲ Νέστωρ κατεσχημένους ὑπὸ τοῦ Ὀδύσσεως καὶ μένοντας ἐκστρατεῦσαι βούλεται κατὰ γένη ἑκάστους ὑπὸ τῷ οἰκείῳ ἡγεμόνι. καὶ ἔστιν αὐτῷ ἡ τῶν λόγων ὑπόθεσις οὐχ ἥ περ τῷ Ὀδυσσεῖ· γελοῖος γὰρ ἂν ἦν πεπεισμένοις ἔτι διαλεγόμενος. ἀλλὰ τίς ἡ ὑπόθεσις τοῦ Νέστορος;
κρῖν’ ἄνδρας κατὰ φῦλα, κατὰ φρήτρας, Ἀγάμεμνον· ὣς φρήτρη φρήτρῃφιν ἀρήγει, φῦλα δὲ φύλοιςκαὶ τὰ τούτοις ἐφεξῆς εἰρημένα. διὰ τοῦτο καὶ πάνυ ἀρέσκει τῷ Ἀγαμέμνονι ὁ λόγος ὁ Νέστορος· ὁ γὰρ Νέστωρ, ὃ μάλιστα βούλεται ὁ Ἀγαμέμνων, τοῦτο περαίνει. βούλεται δὲ ἐκστρατεῦσαι τοὺς Ἕλληνας· διὸ καὶ τὴν ἀπόπειραν πεποίηται·
ἀλλ’ ἄγετ’, αἴ κέν πως θωρήξομεν υἷας Ἀχαιῶν. |διὰ τοῦτο ἐπαινεῖ τὸν έστορα, βουλόμενος πάντας τοὺς ἡγεμόνας καὶ τὸν δῆμον τῶν στρατιωτῶν ὁμοίως ὁμογνώμονας αὐτῷ γενέσθαι, λέγων
τοιοῦτοι δέκα μοι συμφράδμονες εἷεν Ἀχαιῶν.ἔνθα δὴ καὶ παραμυθούμενος τοὺς Ελληνας ὑπὲρ Ἀχιλλέως ἀγανακτοῦντας, ὁμολογίαν ἤδη ποιεῖται τοῦ ἁμαρτήματος, ἐπάγων τάδε τὰ ἔπη·
καὶ γὰρ ἐγὼν Ἀχιλεύς τε μαχησάμεθ’ εἵνεκα κούρης ἀντιβίοις ἐπέεσσιν· ἐγ δ’ ἦρχον χαλεπαίνων. εἰ δέ ποτ’ ἔς γε μίαν βουλεύσομεν, οὐκέτ’ ἔπειτα Τρωσὶν ἀνάβλησις κακοῦ ἔσσεται οὐδ’ ἠβαιόν.αὕτη οὖν ἡ τέχνη· ἐπειδὴ κατεσχημένους ὁρᾷ τοὺς Ἕλ ληνας ὑπὸ τοῦ δυσσέως, μέλλει δὲ ἕτερον ἐπάξειν λόγον, τὸν τοῦ πῶς δεῖ στρατεύεσθαι ἑκάστους, διὰ τῶν πεπεικότων ἤδη λόγων πορεύεται, ἵνα δεξαμένων τῶν ἀκροατῶν ἃ ἐπῄνεσαν λάθῃ ἐπαγαγὼν τὴν ἰδίαν ὑπόθεσιν. τοῦτο μὲν τὸ παράδειγμα τοῦ τὰ αὐτὰ δοκοῦντα ἑτέρ λέγειν ἕτερα ἀγωνίζεσθαι. |