Ars Rhetorica

Dionysius of Halicarnassus

Dionysius of Halicarnassus. Dionysii Halicarnasei quae exstant, Volume 5.2: Opuscula, Volume 2. Usener, Hermann; Radermacher, Ludwig; editors. Leipzig: Teubner, 1904.

Εἶτα ἐξετάσεις ἐπὶ τούτοις, ὅσα προσγίνεται τοῖς γεγαμηκόσι. πρῶτον μὲν πρὸς δόξαν, ὅτι ἐνδοξότεροι τὸ κάλλιστον μέρος τῆς ἀρετῆς εὐθὺς ἀπὸ τῶν | γάμων ἀρχόμενοι καρποῦσθαι, τὴν σωφροσύνην· ὁ γὰρ γάμος εὐθὺς καὶ σωφροσύνης δόξαν περιτίθησι τοῖς ἀνθρώποις, καὶ οἱ τοιοῦτοι δοκοῦσιν τῆς μὲν ἀτάκτου μίξεως ἀπηλλάχθαι, πρὸς δὲ μίαν ἀφορᾶν μόνην τὴν ἑαυτοῦ ἕκαστος γυναῖκα. ἐκ δὲ τούτου καὶ ἐντιμοτέρους ἀνάγκη γίγνεσθαι τοὺς ἀνθρώπους καὶ πιστοτέρους δοκεῖν καὶ εὐνουστέρους περὶ τὰς αὑτῶν πατρίδας ἐν παντὶ διὰ τὸ ὥςπερ ὅμηρα δεδωκέναι ταῖς πατρίσι τοὺς ἑαυτῶν παῖδας, δι’ οὓς ἀναγκαῖον καὶ μᾶλλον εἰς τὰς συμβουλίας παραλαμβάνεσθαι.

Καὶ πρὸς λύπας δὲ καὶ τὰ δυσχερῆ τὰ ἐν τῷ βίῳ γάμος χρησιμώτατος, κουφότερα ταῦτα παρασκευάζων ὥςπερ φορτία, μεταδιδόντων ἡμῶν ταῖς ἑαυτῶν γυναιξὶν τῶν δυσχερῶν καὶ τῇ κοινωνίᾳ παρηγορουμένων. ἐν δὲ τούτῳ καὶ τὰ ἡδέα ἀνάγκη τερπνότερα | φαίνεσθαι, μὴ αὐτῶν ἐφ’ ἑαυτῶν εὐφραινομένων, ἀλλὰ ἐχόντων καὶ τοὺς συμπανηγυρίζοντας καὶ τοὺς συνευφραι|της

νομένους παῖδάς τε καὶ γυναῖκας καὶ τοὺς ἄλλους συγγενεῖς· καὶ ἑορταὶ δὲ καὶ πανηγύρεις διὰ τοῦτο τερπναί, ὅτι ἐν πολλοῖς γίγνονται. ἀνάγκη δὲ ἐκ τούτου καὶ τὰς συγγενείας αὐξάνεσθαι· καὶ ὅτι ἐκ τούτου πρῶτον μὲν συνοικίαι ἐγένοντο, εἶτα καὶ κῶμαι, εἶτα καὶ πόλεις. ἐκ δὲ τῶν ἐπιγαμιῶν καὶ ἡ γνῶσις πλείων καὶ ἡ συγγένεια ὑπερορίοις. ἥδῃ παραθετέον καὶ μνηστέον καὶ ἐνδόξων γάμων ἢ ἀρχαίων, καὶ ὅσα ἀπὸ τούτων ἀγαθὰ ἐγένετο τοῖς ἀνθρώποις, καὶ ὅση ἀποτροπὴ τῶν δυσχερῶν διὰ γάμου, οἷον ὅτι Μενέλεως ἀθάνατος ἐγένετο διὰ τὸν γάμον τῆς Ἑλένης καὶ ὁ Πηλεὺς διὰ τὸν τῆς Θέτιδος, καὶ ὁ Ἄδμητος διὰ τὴν Ἄλκηστιν τὸν ἐκ τῆς εἱμαρμένης θάνατον διέφυγεν.

Ἐπειδὰν δὲ ἱκανῶς περὶ τούτων διέλθῃς, εὐχῇ χρηστέον ἀγαθῶν μὲν αἴτησιν ἐχούσῃ περὶ τὸν γάμον καὶ τὰς παιδοποιίας, ἀποτροπὴν δὲ τῶν κακῶν. εἶτα δια¦τυπωτέον λόγῳ οἷον προαναφωνοῦντα, ὁποῖος ἂν ὁ βίος ὁ μετὰ τῶν παίδων γένοιτο, ὅτι τερπνότατος χορὸς παίδων οἱ γένοιτο γέροντι, καὶ ὅτι τρόπον τινὰ ἐξ ἀρχῆς ἀνανεάζεσθαι αὐτὸν καὶ ἀνηβάσκειν σὺν τοῖς αὑτοῦ παισίν. ἐν τούτῳ δὲ ἀνάγκη καὶ ἀναμιμνήσκειν, ὧν ποτε καὶ αὐτὸς ἐν νεότητι ἐποίησεν· ἡδεῖα δὲ καὶ ἡ μνήμη τῶν ἐν παισὶν ἡμῖν πεπραγμένων. καὶ ὅτι οὐδὲν ἕτερόν ἐστι τὸ ποιοῦν ἐξ ἀρχῆς πάλιν βεβιωκέναι. εἰ δὲ εἰκόνα τις ὁρῶν ἑαυτοῦ ἄψυχον ἥδεται,

〈πόσῳ μᾶλλον ἡσθήσεται〉, ὅταν καὶ μὴ ἄψυχον ταύτην ὁρᾷ ἀλλὰ καὶ ἔμψυχον, μηδὲ μίαν ἀλλὰ πολλάς, ἂν οὕτω τύχῃ; ἐπακτέον δὲ πάλιν καὶ ἐνταῦθα ἱστοριῶν τινων μνημονεύοντα, ὅσοι ἀπὸ παίδων εὐτύχησαν, ὅσοι κακῶν ἀποτροπὰς εὕραντο, οἷον τῷ | Ἀγχίσῃ παρὰ τοῦ Αἰνείου. Δεῖ δὲ μηδὲ τὰ πρόσωπα τῶν γαμούντων τε καὶ γαμουμένων παρεἷναι, ἀλλὰ καὶ τούτων ἐπαίνους λέγειν. ποτὲ μὲν οὖν ἐν ἀρχῇ χρηστέον τῷ τόπῳ τούτῳ, ποτὲ δὲ καὶ ἐπὶ τέλει· ἐὰν μὲν οὖν πάνυ ἔνδοξα ᾖ, ἐν ἀρχῇ· ἐἂν δὲ ἥττονα, ὑπερβαλόντα καὶ ἐπὶ πᾶσι λέγοντα.

ὁ δὲ ἔπαινος ἄπερ ἐν τοῖς ἐγκωμίοις ἕξει, καὶ τόποι οἱ αὐτοὶ καὶ 〈ἐκεῖ, ὁ〉 ἀπὸ τῆς πατρίδος, ὁ ἀπὸ τοῦ γένους, ὁ ἀπὸ τῆς φύσεως, ὁ ἀπὸ τῆς ἀγωγῆς, καὶ ὅτι ἴσοι καὶ ὅμοιοι καὶ βέβαιοι ἀμφότεροι, καὶ ἐκ τοιούτων πατέρων καὶ προπατόρων· καὶ εἰ μὲν ἐκ τῆς αὐτῆς πατρίδος, ὅτι ἐκ πολλοῦ προσῳκειωμένοι ὑπὸ τοῦ τόπου· εἰ δὲ ἐκ διαφόρων, ὅτι καὶ ὑπὸ θεῶν συνήχθησαν εἰς τὴν κοινωνίαν. εἰ δὲ δὴ ἐκ τοῦ αὐτοῦ γένους εἰσίν, ὅτι αὔξησις καὶ οἰκειό|της συγγενείας ἄλλη ἐπ’ ἄλλῃ γέγονεν, καὶ δεσμὸς βεβαιότερος καὶ ἰσχυρότερος· ὅταν δὲ ἀπὸ διαφόρων ἐπιτηδευμάτων, ὃ μὲν ἀπὸ στρατείας, ὃ δὲ ἀπὸ παιβουλευτικὴ

δείας, ὅτι ἁρμονία αὕτη ἀρίστη, τὸ εἰς ταὐτὸν σοφίαν τε καὶ ἀνδρείαν τελεῖν, καὶ οἵους εἰκὸς τοὺς ἀπὸ τούτων γενέσθαι.

Εἰ δὲ δὴ αὐτὸς εἴη ὁ γαμῶν ὁ τὸν λόγον διαθέμενος, περὶ αὐτοῦ τούτου προοιμιαστέον χαριέντως, ὥσπερ οὖν καὶ σοὶ ποιητέον, ὅτι εἰ καὶ οἱ ἐρασταὶ τὰ αὑτῶν παιδικὰ ἐπαινοῦσι, πολὺ δή που μᾶλλον αὐτῷ πρέπον τὸν γάμον ἐπαινεῖν [ἢ τὰ ἑαυτοῦ παιδικά]· καὶ ὅτι τῷ λόγῳ καὶ τῇ παιδείᾳ καὶ ἐπὶ τούτου χρηστέον. ⁎ ⁎ ὥςπερ ἤδη προοιμιαζόμενον καὶ προκαταμαναt τευόμενον περὶ τῶν καὶ αὐτοὺς εἰκος διαφέροντας περὶ παιδείαν γενέσθαι.

Λέξει δὲ χρηστέον ἀφελεῖ μᾶλλον ἐγγὺς Ξενο|φῶντός τε καὶ Νικοστράτου βαίνοντα, ὀλιγαχοῦ δὲ ἐξαίροντα τὸν λόγον εἰς σεμνότητα, εἴ που τὰ ἐννοήματα ἀναγκάζοι.

Έχόμενος δέ σοι τούτου ὁ ἐπὶ ταῖς γενέσεσι τῶν παίδων λεγόμενος λόγος (γάμῳ γάρ που γένεσιν ἀνάγκη ἀκολουθεῖν)· ὃν καὶ αὐτὸν τελεῖν χρὴ τοῦτον τὸν τρόπον. ἐπεὶ γὰρ ἀρχὴ τῆς γενέσεως τῆς ἑκάστου ἡ ἡμέρα, ἐφ’ ἧς ἐγένετο, ἀναγκαῖόν που ὀλίγα ἄττα καὶ περὶ τῆς ἡμέρας εἰπεῖν οἷον ἐγκωμιάζοντα τὸ προσόν, εἰ ἄρα ἴδιόν τι ἔχει παρὰ τὰς ἄλλας ἡμέρας, ἐπισημα|ινόμενον·

εἰ μὲν τῇ νουμηνίᾳ, ὅτι ἀρχὴ τοῦ μηνός, ἀρχὴ δὲ κράτιστον καὶ ἐξ ἀρχῆς τὰ πάντα· καὶ ὅτι ἥμισυ τοῦ παντὸς ἢ τὸ πᾶν κατὰ τὸν Πλάτωνα. εἰ δὲ ἑβδόμῃ ἢ ἕκτῃ, ὅτι ἱεραὶ τοῖν θεοῖν, καὶ ὅτι κοινωνία πρὸς τὸ κρεῖττον κατὰ τὸ τῆς γενέσεως. ἔχοις δ’ ἂν καὶ περὶ τῆς ἐνάτης λέγειν, ὅτι ἱερὰ τοῦ Ἡλίου, καὶ ὅτι εἰκὸς ἐπίσημον τὸν τοιοῦτον γενέσθαι, τάχα δὲ καὶ εὐεργετικὸν κατὰ τὴν τοῦ λίου φύσιν. εἰ δὲ πεντεκαιδεκάτη εἴη, ὅτι καὶ αὐτὴ τῆς Ἀθηνᾶς, καὶ ὅτι τέλειος ἐν τούτῳ ὁ κύκλος, καὶ εἰκὸς ἀνενδεῆ τὴν τοιαύτην εἶναι γένεσιν τοῦ ἀνδρός. ὁμοίως δὲ καὶ εἰ ἄλλη τις ἡμέρα, ἢ τῇ ἀρχῇ ἢ τῷ τέλει προσβιβάζοντας καὶ τὸ προσὸν θεωροῦντας οὕτω πειρᾶσθαι τὸν ἔπαινον ποιεῖσθαι.