Epistula ad Pompeium Geminum

Dionysius of Halicarnassus

Dionysius of Halicarnassus. Dionysii Halicarnasei Opuscula, Vol 2. Usener, Hermann; Radermacher, Ludwig, editors. Leipzig: Teubner, 1904.

μάλιστα δʼ ὅταν ὀνειδίζῃ πόλεσιν ἢ στρατηγοῖς πονηρὰ βουλεύματα καὶ πράξεις ἀδίκους (πολὺς γὰρ ἐν τούτοις), καὶ τῆς Δημοσθένους δεινότητος οὐδὲ κατὰ μικρὸν διαφέρει, ὡς ἐξ ἄλλων πολλῶν ἄν τις ἴδοι κἀκ τῶν Χιακῶν ἐπιστολῶν, ἃς τῷ συμφύτῳ πνεύματι ἐπιτρέψας γέγραφεν. εἰ δʼ ὑπερεῖδεν ἐν τούτοις ἐφʼ οἷς μάλιστα δὴ ἐσπούδακε τῆς τε συμπλοκῆς τῶν φωνηέντων γραμμάτων καὶ τῆς κυκλικῆς εὐρυθμίας τῶν περιόδων καὶ τῆς ὁμοειδείας τῶν σχηματισμῶν, πολὺ ἀμείνων ἂν ἦν αὐτὸς ἑαυτοῦ κατὰ τὴν φράσιν.

ἔστι δὲ ἃ καὶ κατὰ τὸν πραγματικὸν τόπον ἁμαρτάνει, καὶ μάλιστα κατὰ τὰς παρεμβολάς· οὔτε γὰρ

p.248
ἀναγκαῖαί τινες αὐτῶν οὔτʼ ἐν καιρῷ γενόμεναι, πολὺ δὲ τὸ παιδιῶδες ἐμφαίνουσαι· ἐν αἷς ἐστι καὶ τὰ περὶ Σιληνοῦ τοῦ φανέντος ἐν Μακεδονίᾳ καὶ τὰ περὶ τοῦ δράκοντος τοῦ διαναυμαχήσαντος πρὸς τὴν τριήρη καὶ ἄλλα τούτοις οὐκ ὀλίγα ὅμοια.

Οὗτοι παραληφθέντες οἱ συγγραφεῖς ἀρκέσουσι τοῖς ἀσκοῦσι τὸν πολιτικὸν λόγον ἀφορμὰς ἐπιτηδείους παραδειγμάτων παρασχεῖν εἰς ἅπασαν ἰδέαν.