Epistula ad Pompeium Geminum
Dionysius of Halicarnassus
Dionysius of Halicarnassus. Dionysii Halicarnasei Opuscula, Vol 2. Usener, Hermann; Radermacher, Ludwig, editors. Leipzig: Teubner, 1904.
χαίρειν
ἐπιστολήν τινα παρὰ σοῦ κομισθεῖσαν ἐδεξάμην εὐπαίδευτόν τε καὶ πάνυ μοι κεχαρισμένην, ἐν ᾗ γράφεις, ὅτι τὰς συντάξεις τὰς ἐμὰς ἐπιχορηγοῦντός σοι Ζήνωνος τοῦ κοινοῦ φίλου διαπορευόμενος καὶ πάνυ διατιθέμενος οἰκείως, ἐν αὐταῖς τὰ μὲν ἄλλα θαυμάζεις, ἑνὶ δὲ μέρει δυσχεραίνεις τῶν ἐν αὐταῖς κατακεχωρισμένων, τῇ Πλάτωνος κατηγορίᾳ. ὅτι μὲν οὖν σεβαστικῶς διάκεισαι πρὸς τὸν ἄνδρα, ὀρθῶς ποιεῖς· ὅτι δὲ περὶ ἡμῶν τἀναντία ὑπείληφας, οὐκ ὀρθῶς.
εἰ γάρ τις ἄλλος ἐκπλήττεται ταῖς Πλατωνικαῖς ἑρμηνείαις, εὖ ἴσθι νῦν, κἀγὼ τούτων εἷς εἰμι. ὃ δὲ πέπονθα πρὸς ἅπαντας, ὅσοι τὰς αὑτῶν ἐπινοίας εἰς τὴν κοινὴν φέρουσιν ὠφέλειαν ἐπανορθοῦντες ἡμῶν βίους τε καὶ λόγους, ἐρῶ σοι, καὶ πείσω γε νὴ Δία, πιστεύων καινὸν οὐδὲν ἐρεῖν οὐδὲ παράδοξον οὐδʼ ὃ μὴ πᾶσιν ὁμοίως δοκεῖ.
ἐγὼ οὖν νομίζω δεῖν, ὅταν μὲν ἔπαινον προέληται γράφειν τις πράγματος εἴτε σώματος ὁποίου γέ τινος, τὰς ἀρετὰς αὐτοῦ καὶ οὐ τἀτυχήματα, εἴ τινα πρόσεστι, τῷ πράγματι ἢ τῷ σώματι δεῖν προφέρειν· ὅταν δὲ βουληθῇ διαγνῶναι, τί τὸ κράτιστον ἐν ὅτῳ δή ποτε βίῳ καὶ τί τὸ βέλτιστον τῶν ὑπὸ ταὐτὸ γένος ἔργων, τὴν ἀκριβεστάτην ἐξέτασιν προσφέρειν καὶ μηδὲν παραλείπειν τῶν προσόντων αὐτοῖς εἴτε κακῶν εἴτε ἀγαθῶν· ἡ γὰρ ἀλήθεια οὕτως εὑρίσκεται μάλιστα, ἧς οὐδὲν χρῆμα τιμιώτερον.