Epistula ad Pompeium Geminum
Dionysius of Halicarnassus
Dionysius of Halicarnassus. Dionysii Halicarnasei Opuscula, Vol 2. Usener, Hermann; Radermacher, Ludwig, editors. Leipzig: Teubner, 1904.
χαίρειν
ἐπιστολήν τινα παρὰ σοῦ κομισθεῖσαν ἐδεξάμην εὐπαίδευτόν τε καὶ πάνυ μοι κεχαρισμένην, ἐν ᾗ γράφεις, ὅτι τὰς συντάξεις τὰς ἐμὰς ἐπιχορηγοῦντός σοι Ζήνωνος τοῦ κοινοῦ φίλου διαπορευόμενος καὶ πάνυ διατιθέμενος οἰκείως, ἐν αὐταῖς τὰ μὲν ἄλλα θαυμάζεις, ἑνὶ δὲ μέρει δυσχεραίνεις τῶν ἐν αὐταῖς κατακεχωρισμένων, τῇ Πλάτωνος κατηγορίᾳ. ὅτι μὲν οὖν σεβαστικῶς διάκεισαι πρὸς τὸν ἄνδρα, ὀρθῶς ποιεῖς· ὅτι δὲ περὶ ἡμῶν τἀναντία ὑπείληφας, οὐκ ὀρθῶς.
εἰ γάρ τις ἄλλος ἐκπλήττεται ταῖς Πλατωνικαῖς ἑρμηνείαις, εὖ ἴσθι νῦν, κἀγὼ τούτων εἷς εἰμι. ὃ δὲ πέπονθα πρὸς ἅπαντας, ὅσοι τὰς αὑτῶν ἐπινοίας εἰς τὴν κοινὴν φέρουσιν ὠφέλειαν ἐπανορθοῦντες ἡμῶν βίους τε καὶ λόγους, ἐρῶ σοι, καὶ πείσω γε νὴ Δία, πιστεύων καινὸν οὐδὲν ἐρεῖν οὐδὲ παράδοξον οὐδʼ ὃ μὴ πᾶσιν ὁμοίως δοκεῖ.
ἐγὼ οὖν νομίζω δεῖν, ὅταν μὲν ἔπαινον προέληται γράφειν τις πράγματος εἴτε σώματος ὁποίου γέ τινος, τὰς ἀρετὰς αὐτοῦ καὶ οὐ τἀτυχήματα, εἴ τινα πρόσεστι, τῷ πράγματι ἢ τῷ σώματι δεῖν προφέρειν· ὅταν δὲ βουληθῇ διαγνῶναι, τί τὸ κράτιστον ἐν ὅτῳ δή ποτε βίῳ καὶ τί τὸ βέλτιστον τῶν ὑπὸ ταὐτὸ γένος ἔργων, τὴν ἀκριβεστάτην ἐξέτασιν προσφέρειν καὶ μηδὲν παραλείπειν τῶν προσόντων αὐτοῖς εἴτε κακῶν εἴτε ἀγαθῶν· ἡ γὰρ ἀλήθεια οὕτως εὑρίσκεται μάλιστα, ἧς οὐδὲν χρῆμα τιμιώτερον.
τοῦτο δὴ προθέμενος ἐκεῖνο λέγω· εἰ μὲν ἔστι μοι κατὰ Πλάτωνος λόγος τις καταδρομὴν περιέχων τοῦ ἀνδρὸς ὥςπερ Ζωΐλῳ τῷ ῥήτορι, ἀσεβεῖν ὁμολογῶ· καὶ εἴ γε βουληθεὶς ἐγκώμιον αὐτοῦ γράφειν ψόγους τινὰς συγκαταπλέκω τοῖς ἐπαίνοις, ἀδικεῖν φημι καὶ παρεκβαίνειν τοὺς καθεστῶτας ἡμῖν ἐπὶ τοῖς ἐπαίνοις νόμους· οὐ γὰρ ὅτι διαβολὰς οἴομαι δεῖν γράφειν ἐν αὐτοῖς, ἀλλʼ οὐδʼ ἀπολογίας.
εἰ δὲ χαρακτῆρας λόγου προελόμενος σκοπεῖν καὶ τοὺς πρωτεύοντας ἐν αὐτοῖς φιλοσόφους τε καὶ ῥήτορας ἐξετάζειν τρεῖς μὲν ἐξ ἁπάντων ἐξελεξάμην τοὺς δοκοῦντας εἶναι λαμπροτάτους, Ἰσοκράτην τε καὶ Πλάτωνα καὶ Δημοσθένη, ἐκ δὲ τούτων αὐτῶν πάλιν προέκρινα
νὴ Δία, φῄς, ἀλλʼ οὐκ ἔδει σε τὰ Πλάτωνος ἁμαρτήματα ἐξελέγχειν, βουλόμενον ἐπαινεῖν Δημοσθένη. ἔπειτα πῶς ἄν μοι τὴν ἀκριβεστάτην βάσανον ὁ λόγος ἔλαβεν, εἰ μὴ τοὺς ἀρίστους λόγους τῶν Ἰσοκράτους τε καὶ Πλάτωνος τοῖς κρατίστοις τῶν Δημοσθένους ἀντιπαρέθηκα καὶ καθʼ ὃ μέρος ἥττους οἱ τούτων λόγοι εἰσὶ τῶν ἐκείνου, μετὰ πάσης ἀληθείας ἐπέδειξα, οὐχ ἅπαντα τοῖς ἀνδράσιν ἐκείνοις ἡμαρτῆσθαι λέγων (μανίας γὰρ τοῦτο) γἐ, ἀλλʼ οὐδʼ ἅπαντα ἐπίσης κατωρθῶσθαι.
εἰ δὲ τοῦτʼ οὐκ ἐποίουν, ἐπῄνουν δὲ Δημοσθένη πάσας διεξιὼν αὐτοῦ τὰς ἀρετάς, ὡς μὲν ἀγαθὸς ὁ ῥήτωρ, ἔπεισα πάντως ἂν τοὺς ἀναγνωσομένους· ὡς δὲ καὶ κράτιστος πάντων τῶν πρωτευσάντων περὶ λόγους, οὐκ ἂν ἔπεισα μὴ παρατιθεὶς αὐτῷ τοὺς ἀρίστους· πολλὰ γὰρ τῶν καθʼ αὑτὰ φαινομένων καλῶν καὶ θαυμαστῶν ἑτέροις ἀντιπαρατεθέντα κρείττοσιν ἐλάττω τῆς δόξης ἐφάνη. οὕτω γέ τοι καὶ χρυσὸς ἑτέρῳ χρυσῷ παρατεθεὶς κρείττων εἴτε καὶ χείρων εὑρίσκεται καὶ πᾶν ἄλλο χειρούργημα, καὶ ὅσων ἐνέργεια τὸ τέλος.
εἰ δὲ ἀχάριστον ὑπολήψεταί τις ἐν τοῖς πολιτικοῖς λόγοις τὴν ἐκ τῆς συγκρίσεως ἐξέτασιν καὶ καθʼ ἑαυτὸν ἕκαστον ἀξιώσει σκοπεῖν,
εἰ δὲ δεῖ καὶ τὰς ἐκ τῶν μαρτυριῶν παρασχέσθαι σοι πίστεις, ἐξ ὧν μᾶλλόν σοι γενήσεται καταφανές, ὅτι κράτιστος ἐλέγχου τρόπος ὁ κατὰ σύγκρισιν γιγνόμενος, ἀφεὶς τοὺς ἄλλους αὐτῷ χρήσομαι μάρτυρι Πλάτωνι.
βουληθεὶς γὰρ ὁ ἀνὴρ ἐπιδείξασθαι τὴν αὑτοῦ δύναμιν ἣν εἶχεν ἐν τοῖς πολιτικοῖς λόγοις, οὐκ ἠρκέσθη ταῖς ἄλλαις γραφαῖς, ἀλλὰ καὶ --- κρατίστου τῶν τότε ῥητόρων ἕτερον αὐτὸς ἐν τῷ Φαίδρῳ συνετάξατο λόγον ἐρωτικὸν εἰς τὴν αὐτὴν ὑπόθεσιν· καὶ οὐδὲ ἄχρι τούτου προελθὼν ἐπαύσατο καταλιπὼν ἐπὶ τοῖς ἀναγνωσομένοις τὴν διάγνωσιν, πότερός ἐστι κρείττων λόγος, ἀλλὰ καὶ τῶν ἁμαρτημάτων ἥψατο τῶν Λυσιείων, τὰς μὲν λεκτικὰς μαρτυρῶν τῷ ἀνδρὶ ἀρετάς, τῶν δὲ πραγματικῶν ἐπιλαμβανόμενος.
ὁπότε οὖν Πλάτων τὸ φορτικώτατον καὶ ἐπαχθέστατον τῶν ἔργων προελόμενος, αὑτὸν ἐπαινεῖν κατὰ τὴν δύναμιν τῶν λόγων, οὐδὲν ᾤετο ποιεῖν κατηγορίας ἄξιον, εἰ παρὰ τὸν ἄριστον τῶν τότε ῥητόρων τοὺς ἰδίους