De imitatione (fragmenta)

Dionysius of Halicarnassus

Dionysius of Halicarnassus. Dionysii Halicarnasei quae exstant, Volume 5.2: Opuscula, Volume 2. Usener, Hermann; Radermacher, Ludwig; editors. Leipzig: Teubner, 1904.

Καί μοι καὶ τῶν ῥητόρων οὗτοι κεχαρακτηρισμένοι καὶ δεδειγμένοι, τίνος ἀρετῆς ἐπειλημμένος εἰς ὠφέλειαν τῶν ἐντυγχανόντων ἕκαστος συνεισφέρει. τούτου δὲ ἕνεκα τὰς τῶν προειρημένων ἁπάντων ἰδέας διεξῆλθον, ὡς ὑποδεδεῖχθαι τὸν τρόπον τῆς ἐπιμελοῦς ἀναγνώσεως, ἐξ ἧς ὑπάρξει τὸ παρ’ ἑκάστοις κατορθούμενον αἱρουμένοις μήτε παρέργως τοῖς παλαιοῖς ἐντυγχάνειν μήτε λεληθότως τὴν ὠφέλειαν προσγινομένην περιμένειν ἀλλ’ ἐπιστημόνως, ἄλλως τε καὶ κοσμήσειν μέλλουσι τὸν λόγον τοῖς παρὰ πάντων πλεονεκτήμασιν· ἃ καὶ αὐτὰ μὲν οἰκείᾳ φύσει τέρπει, εἰ

δὲ καὶ κερασθείη διὰ τῆς τέχνης εἰς ἑνὸς τύπον λογικοῦ σώματος, βελτίων ἡ φράσις τῇ μίξει γίνεται.

Ὅτι ζωγράφος τις κάλλος ἄριστον γράψαι βουλόμενος τὰς κατὰ τὴν χώραν καλὰς γυναῖκας συνήθροισε, καὶ ἀφ’ ἑκάστης τὸ τῶν μελῶν μιμούμενος κάλλιστον, τῆς μὲν ὀφθαλμούς, τῆς δὲ ῥῖνα, τῆς δὲ ὀφρύας καὶ ἀπ’ ἄλλης ἄλλο (οὐδὲ γὰρ ἦν ἁπάσας καλὰ φέρειν τὰ πάντα), κάλλιστον εἶδος ἀπηκριβώσατο. ἔοικε δὲ τοῦτο λαβεῖν ἐκ τοῦ Ὁμήρου. καὶ γὰρ ἐκεῖνος ὑπογράφων τὸν Ἀγαμέμνονα [B 478 s]

ὄμματα (μὲν φησί) καὶ κεφαλὴν ἴκελος Διὶ 〈τερπι- κεραύνῳ〉, Ἄρεϊ δὲ ζώνην, στέρνον δὲ Ποσειδάωνι.

Γοργίας μὲν τὴν ποιητικὴν ἑρμηνείαν μετήνεγκεν εἰς λόγους πολιτικούς, οὐκ ἀξιῶν ὅμοιον τὸν ῥήτορα τοῖς ἰδιώταις εἶναι. Λυσίας δὲ τοὐναντίον ἐποίησε· τὴν γὰρ φανερὰν ἅπασι καὶ τετριμμένην λέξιν ἐζήλωσεν ἔγγιστα νομίζων εἶναι τοῦ πεῖσαι τὸν ἰδιώτην τὸ κοινὸν τῆς ὀνομασίας καὶ ἀφελές· ἤκιστα γὰρ ἄν τις εὕροι τὸν Λυσίαν τροπικῇ καὶ μεταφορικῇ λέξει κεχρημένον· σεμνὰ δὲ καὶ περιττὰ καὶ μεγάλα φαίνε

σθαι τὰ πράγματα ποιεῖ τοῖς κοινοτάτοις ὀνόμασι χρώμενος καὶ ποιητικῆς οὐχ ἁπτόμενος κατασκευῆς.

δοκεῖ μὲν γὰρ ἀποίητός τις εἶναι καὶ ἀτεχνίτευτος ὁ τῆς ἑρμηνείας αὐτοῦ (τοῦ Λυσίου) χαρακτήρ, καὶ πολλοῖς ἂν καὶ τῶν φιλολόγων παράσχοι δόξαν, ὅτι ἀνεπιτηδεύτως καὶ οὐ κατὰ τέχνην, αὐτομάτως δέ πως καὶ ὡς ἔτυχε σύγκειται. ἔστι δὲ παντὸς ἔργου μᾶλλον τεχνικοῦ κατεσκευασμένος· πεποίηται γὰρ αὐτοῦ τὸ ἀποίητον καὶ δέδεται τὸ λελυμένον, καὶ ἐν αὐτῷ τῷ μὴ δοκεῖν δεινῶς κατεσκευάσθαι τὸ δεινὸν ἔχει.