De imitatione (fragmenta)
Dionysius of Halicarnassus
Dionysius of Halicarnassus. Dionysii Halicarnasei quae exstant, Volume 5.2: Opuscula, Volume 2. Usener, Hermann; Radermacher, Ludwig; editors. Leipzig: Teubner, 1904.
Ὁ δὲ Λυκούργειός ἐστι διὰ παντὸς αὐξητικὸς καὶ διηρμένος καὶ σεμνός, καὶ ὅλως κατηγορικὸς καὶ φιλαλήθης καὶ παρρησιαστικός· οὐ μὴν ἀστεῖος οὐδὲ ἡδύς, ἀλλὰ ἀναγκαῖος. τούτου χρὴ ζηλοῦν μάλιστα τὰς δεινώσεις.
Ὁ δὲ Δημοσθενικὸς εὔτονος τῇ φράσει 〈καὶ〉 κε|κραμένος τοῖς ἤθεσι καὶ λέξεων ἐκλογῇ κεκοσμημένος καὶ χρώμενος τάξει τῇ κατὰ τὸ συμφέρον καὶ μετὰ τοῦ σεμνοῦ τὴν χάριν ἔχων καὶ συνεχής· οἷς μάλιστα δικασταὶ κατέχονται.