De imitatione (fragmenta)

Dionysius of Halicarnassus

Dionysius of Halicarnassus. Dionysii Halicarnasei quae exstant, Volume 5.2: Opuscula, Volume 2. Usener, Hermann; Radermacher, Ludwig; editors. Leipzig: Teubner, 1904.

Ἴωμεν ἐπὶ τοὺς τραγῳδούς, οὐκ ἐπειδὴ μὴ προσήκει πᾶσιν τοῖς ποιηταῖς ἐντυγχάνειν, ἀλλ’ ἐπεὶ μὴ πάντων

καιρὸς ἐν τῷ παρόντι μεμνῆσθαι· τὸ δὲ τῶν ἐξαιρέτων, ἰκανόν ἐστιν.

Ὁ δ’ οὖν Αἰσχύλος πρῶτος ὑψηλός τε καὶ τῆς μεγαλοπρεπείας ἐχόμενος, καὶ ἠθῶν καὶ παθῶν τὸ πρέπον εἰδώς, καὶ τῇ τροπικῇ καὶ τῇ κυρίᾳ λέξει διαφερόντως κεκοσμημένος, πολλαχοῦ δὲ καὶ αὐτὸς δημιουργὸς καὶ ποιητὴς ἰδίων ὀνομάτων καὶ πραγμάτων, Εὐριπίδου δὲ καὶ Σοφοκλέους καὶ ποικιλώτερος ταῖς τῶν προσώπων ἐπεισαγωγαῖς. |

Σοφοκλῆς δὲ ἔν τε τοῖς 〈ἤθεσι καὶ τοῖς〉 πάθεσι διήνεγκεν τὸ τῶν προσώπων ἀξίωμα τηρῶν· Εὐριπίδῃ μέντοι τὸ ὅλον ἀληθὲς καὶ προσεχὲς τῷ βίῳ τῷ νῦν ἤρεσεν· ὅθεν τὸ πρέπον αὐτὸν καὶ κόσμιον πολλαχοῦ διέφυγεν, καὶ οὐχὶ τὰ γεννικὰ καὶ μεγαλοφυῆ τῶν προσώπων ἤθη καὶ πάθη καθά περ Σοφοκλῆς κατώρθωσεν· εἰ δέ τι ἄσεμνον καὶ ἄνανδρον καὶ ταπεινόν, σφόδρα ἰδεῖν ἔστιν αὐτὸν ἠκριβωκότα. καὶ Σοφοκλῆς μὲν οὐ περιττὸς ἐν τοῖς λόγοις, ἀλλ’ ἀναγκαῖος· ὁ δὲ Εὐριπίδης πολὺς ἐν ταῖς ῥητορικαῖς εἰσαγωγαῖς. καὶ ὃ μὲν ποιη τικός ἐστιν ἐν τοῖς ὀνόμασι, καὶ πολλάκις ἐκ πολλοῦ τοῦ μεγέθους εἰς διάκενον κόμπον ἐκπίπτων οἷον εἰς ἰδιωτικὴν παντάπασι ταπεινότητα κατέρχεται· ὃ δὲ οὔτε ὑψηλός ἐστιν οὔτε μὴν λιτός, ἀλλὰ κεκραμένῃ μεσότητι τῆς λέξεως κέχρηται.

Τῶν δὲ κωμῳδῶν μιμητέον τὰς | λεκτικὰς ἀρετὰς ἁπάσας· εἰσὶ γὰρ καὶ τοῖς ὀνόμασι καθαροὶ καὶ σαφεῖς, καὶ βραχεῖς καὶ μεγαλοπρεπεῖς καὶ δεινοὶ καὶ ἠθικοί. Μενάνδρου δὲ και τὸ πραγματικὸν θεωρητέον.