De imitatione (fragmenta)
Dionysius of Halicarnassus
Dionysius of Halicarnassus. Dionysii Halicarnasei quae exstant, Volume 5.2: Opuscula, Volume 2. Usener, Hermann; Radermacher, Ludwig; editors. Leipzig: Teubner, 1904.
Ἴωμεν ἐπὶ τοὺς τραγῳδούς, οὐκ ἐπειδὴ μὴ προσήκει πᾶσιν τοῖς ποιηταῖς ἐντυγχάνειν, ἀλλ’ ἐπεὶ μὴ πάντων
καιρὸς ἐν τῷ παρόντι μεμνῆσθαι· τὸ δὲ τῶν ἐξαιρέτων, ἰκανόν ἐστιν.Ὁ δ’ οὖν Αἰσχύλος πρῶτος ὑψηλός τε καὶ τῆς μεγαλοπρεπείας ἐχόμενος, καὶ ἠθῶν καὶ παθῶν τὸ πρέπον εἰδώς, καὶ τῇ τροπικῇ καὶ τῇ κυρίᾳ λέξει διαφερόντως κεκοσμημένος, πολλαχοῦ δὲ καὶ αὐτὸς δημιουργὸς καὶ ποιητὴς ἰδίων ὀνομάτων καὶ πραγμάτων, Εὐριπίδου δὲ καὶ Σοφοκλέους καὶ ποικιλώτερος ταῖς τῶν προσώπων ἐπεισαγωγαῖς. |