De imitatione (fragmenta)
Dionysius of Halicarnassus
Dionysius of Halicarnassus. Dionysii Halicarnasei quae exstant, Volume 5.2: Opuscula, Volume 2. Usener, Hermann; Radermacher, Ludwig; editors. Leipzig: Teubner, 1904.
Τῆς μὲν οὖν Ὁμηρικῆς ποιήσεως οὐ μίαν τινὰ τοῦ σώματος μοῖραν, ἀλλ’ ἐκτύπωσαι τὸ σύμπαν, καὶ λάβε ζῆλον ἠθῶν τε τῶν ἐκεῖ καὶ παθῶν καὶ | μεγέθους, καὶ τῆς οἰκονομίας καὶ τῶν ἄλλων ἀρετῶν ἁπασῶν εἰς ἀληθῆ τὴν παρὰ σοὶ μίμησιν ἠλλαγμένων. τοὺς δ’ ἄλλους, ἐν οἷς 〈ἂν〉 ἀλλήλων πλέον ἔχωσι, χρὴ μιμεῖσθαι.
Ἡσίοδος μὲν γὰρ ἐφρόντισεν ἡδονῆς δι’ ὀνομάτων λειότητος καὶ συνθέσεως ἐμμελοῦς.
Ἀντίμαχος δὲ εὐτονίας καὶ ἀγωνιστικῆς τραχύτητος καὶ τοῦ συνήθους τῆς ἐξαλλαγῆς.
Πανύασις δὲ τάς τε ἀμφοῖν ἀρετὰς εἰσηνέγκατο, καὶ αὐτὸς πραγματείᾳ καὶ τῇ κατ’ αὐτὸν οἰκονομίᾳ διήνεγκεν.
Ζηλωτὸς δὲ
καὶ Πίνδαρος ὀνομάτων καὶ νοημάτων εἵνεκα, καὶ μεγαλοπρεπείας καὶ τόνου καὶ περιουσίας κατασκευῆς καὶ δυνάμεως, καὶ πικρίας μετὰ ἡδονῆς· καὶ πυκνότητος καὶ σεμνότητος, καὶ γνωμολογίας καὶ ἐναργείας, καὶ σχηματισμῶν καὶ ἠθοποιίας καὶ αὐξήσεως καὶ δεινώσεως· μάλιστα δὲ τῶν εἰς σωφροσύνην καὶ εὐσέβειαν καὶ μεγαλοπρέπειαν ἠθῶν.